2 Timothy 3

Learning to read Greek? Start with the alphabet.

Evil in the Last Days

1Τοῦτο δὲ γίνωσκε ὅτι ἐν ἐσχάταις ἡμέραις ἐνστήσονται καιροὶ χαλεποί

1But understand this: In the last days terrible times will come.

2ἔσονται γὰρ οἱ ἄνθρωποι φίλαυτοι φιλάργυροι ἀλαζόνες ὑπερήφανοι βλάσφημοι γονεῦσιν ἀπειθεῖς ἀχάριστοι ἀνόσιοι

2For men will be lovers of themselves, lovers of money, boastful, arrogant, abusive, disobedient to their parents, ungrateful, unholy,

3ἄστοργοι ἄσπονδοι διάβολοι ἀκρατεῖς ἀνήμεροι ἀφιλάγαθοι

3unloving, unforgiving, slanderous, without self-control, brutal, without love of good,

4προδόται προπετεῖς τετυφωμένοι φιλήδονοι μᾶλλον ἢ φιλόθεοι

4traitorous, reckless, conceited, lovers of pleasure rather than lovers of God,

5ἔχοντες μόρφωσιν εὐσεβείας τὴν δὲ δύναμιν αὐτῆς ἠρνημένοι καὶ τούτους ἀποτρέπου

5having a form of godliness but denying its power. Turn away from such as these!

6Ἐκ τούτων γάρ εἰσιν οἱ ἐνδύνοντες εἰς τὰς οἰκίας καὶ αἰχμαλωτίζοντες γυναικάρια σεσωρευμένα ἁμαρτίαις ἀγόμενα ἐπιθυμίαις ποικίλαις

6They are the kind who worm their way into households and captivate vulnerable women who are weighed down with sins and led astray by various passions,

7πάντοτε μανθάνοντα καὶ μηδέποτε εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν δυνάμενα

7who are always learning but never able to come to a knowledge of the truth.

8ὃν τρόπον δὲ Ἰάννης καὶ Ἰαμβρῆς ἀντέστησαν Μωϋσεῖ οὕτως καὶ οὗτοι ἀνθίστανται τῇ ἀληθείᾳ ἄνθρωποι κατεφθαρμένοι τὸν νοῦν ἀδόκιμοι περὶ τὴν πίστιν

8Just as Jannes and Jambres opposed Moses, so also these men oppose the truth. They are depraved in mind and disqualified from the faith.

9ἀλλ’ οὐ προκόψουσιν ἐπὶ πλεῖον ἡ γὰρ ἄνοια αὐτῶν ἔκδηλος ἔσται πᾶσιν ὡς καὶ ἡ ἐκείνων ἐγένετο

9But they will not advance much further. For just like Jannes and Jambres, their folly will be plain to everyone.

All Scripture Is God-Breathed

10Σὺ δὲ παρηκολούθησάς μου τῇ διδασκαλίᾳ τῇ ἀγωγῇ τῇ προθέσει τῇ πίστει τῇ μακροθυμίᾳ τῇ ἀγάπῃ τῇ ὑπομονῇ

10You, however, have observed my teaching, my conduct, my purpose, my faith, my patience, my love, my perseverance,

11τοῖς διωγμοῖς τοῖς παθήμασιν οἷά μοι ἐγένετο ἐν Ἀντιοχείᾳ ἐν Ἰκονίῳ ἐν Λύστροις οἵους διωγμοὺς ὑπήνεγκα καὶ ἐκ πάντων με ἐρρύσατο ὁ Κύριος

11my persecutions, and the sufferings that came upon me in Antioch, Iconium, and Lystra. What persecutions I endured! Yet the Lord rescued me from all of them.

12καὶ πάντες δὲ οἱ θέλοντες ζῆν εὐσεβῶς ἐν Χριστῷ Ἰησοῦ διωχθήσονται

12Indeed, all who desire to live godly lives in Christ Jesus will be persecuted,

13πονηροὶ δὲ ἄνθρωποι καὶ γόητες προκόψουσιν ἐπὶ τὸ χεῖρον πλανῶντες καὶ πλανώμενοι

13while evil men and imposters go from bad to worse, deceiving and being deceived.

14Σὺ δὲ μένε ἐν οἷς ἔμαθες καὶ ἐπιστώθης εἰδὼς παρὰ τίνων ἔμαθες

14But as for you, continue in the things you have learned and firmly believed, since you know from whom you have learned them.

15καὶ ὅτι ἀπὸ βρέφους τὰ ἱερὰ γράμματα οἶδας τὰ δυνάμενά σε σοφίσαι εἰς σωτηρίαν διὰ πίστεως τῆς ἐν Χριστῷ Ἰησοῦ

15From infancy you have known the Holy Scriptures, which are able to make you wise for salvation through faith in Christ Jesus.

16πᾶσα γραφὴ θεόπνευστος καὶ ὠφέλιμος πρὸς διδασκαλίαν πρὸς ἐλεγμόν πρὸς ἐπανόρθωσιν πρὸς παιδείαν τὴν ἐν δικαιοσύνῃ

16All Scripture is God-breathed and is useful for instruction, for conviction, for correction, and for training in righteousness,

17ἵνα ἄρτιος ᾖ ὁ τοῦ Θεοῦ ἄνθρωπος πρὸς πᾶν ἔργον ἀγαθὸν ἐξηρτισμένος

17so that the man of God may be complete, fully equipped for every good work.