Galatians 5

Learning to read Greek? Start with the alphabet.

Freedom in Christ

1Τῇ ἐλευθερίᾳ ἡμᾶς Χριστὸς ἠλευθέρωσεν στήκετε οὖν καὶ μὴ πάλιν ζυγῷ δουλείας ἐνέχεσθε

1It is for freedom that Christ has set us free. Stand firm, then, and do not be encumbered once more by a yoke of slavery.

2Ἴδε ἐγὼ Παῦλος λέγω ὑμῖν ὅτι ἐὰν περιτέμνησθε Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει

2Take notice: I, Paul, tell you that if you let yourselves be circumcised, Christ will be of no value to you at all.

3μαρτύρομαι δὲ πάλιν παντὶ ἀνθρώπῳ περιτεμνομένῳ ὅτι ὀφειλέτης ἐστὶν ὅλον τὸν νόμον ποιῆσαι

3Again I testify to every man who gets himself circumcised that he is obligated to obey the whole law.

4κατηργήθητε ἀπὸ Χριστοῦ οἵτινες ἐν νόμῳ δικαιοῦσθε τῆς χάριτος ἐξεπέσατε

4You who are trying to be justified by the law have been severed from Christ; you have fallen away from grace.

5Ἡμεῖς γὰρ Πνεύματι ἐκ πίστεως ἐλπίδα δικαιοσύνης ἀπεκδεχόμεθα

5But by faith we eagerly await through the Spirit the hope of righteousness.

6ἐν γὰρ Χριστῷ Ἰησοῦ οὔτε περιτομή τι ἰσχύει οὔτε ἀκροβυστία ἀλλὰ πίστις δι’ ἀγάπης ἐνεργουμένη

6For in Christ Jesus neither circumcision nor uncircumcision has any value. What matters is faith expressing itself through love.

7Ἐτρέχετε καλῶς τίς ὑμᾶς ἐνέκοψεν τῇ ἀληθείᾳ μὴ πείθεσθαι

7You were running so well. Who has obstructed you from obeying the truth?

8ἡ πεισμονὴ οὐκ ἐκ τοῦ καλοῦντος ὑμᾶς

8Such persuasion does not come from the One who calls you.

9μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ

9A little leaven works through the whole batch of dough.

10ἐγὼ πέποιθα εἰς ὑμᾶς ἐν Κυρίῳ ὅτι οὐδὲν ἄλλο φρονήσετε ὁ δὲ ταράσσων ὑμᾶς βαστάσει τὸ κρίμα ὅστις ἐὰν ᾖ

10I am confident in the Lord that you will take no other view. The one who is troubling you will bear the judgment, whoever he may be.

11Ἐγὼ δέ ἀδελφοί εἰ περιτομὴν ἔτι κηρύσσω τί ἔτι διώκομαι ἄρα κατήργηται τὸ σκάνδαλον τοῦ σταυροῦ

11Now, brothers, if I am still preaching circumcision, why am I still being persecuted? In that case the offense of the cross has been abolished.

12Ὄφελον καὶ ἀποκόψονται οἱ ἀναστατοῦντες ὑμᾶς

12As for those who are agitating you, I wish they would proceed to emasculate themselves!

13Ὑμεῖς γὰρ ἐπ’ ἐλευθερίᾳ ἐκλήθητε ἀδελφοί μόνον μὴ τὴν ἐλευθερίαν εἰς ἀφορμὴν τῇ σαρκί ἀλλὰ διὰ τῆς ἀγάπης δουλεύετε ἀλλήλοις

13For you, brothers, were called to freedom; but do not use your freedom as an opportunity for the flesh. Rather, serve one another in love.

14ὁ γὰρ πᾶς νόμος ἐν ἑνὶ λόγῳ πεπλήρωται ἐν τῷ Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν

14The entire law is fulfilled in a single decree: “Love your neighbor as yourself.”

15εἰ δὲ ἀλλήλους δάκνετε καὶ κατεσθίετε βλέπετε μὴ ὑπ’ ἀλλήλων ἀναλωθῆτε

15But if you keep on biting and devouring one another, watch out, or you will be consumed by one another.

Walking by the Spirit

16Λέγω δέ Πνεύματι περιπατεῖτε καὶ ἐπιθυμίαν σαρκὸς οὐ μὴ τελέσητε

16So I say, walk by the Spirit, and you will not gratify the desires of the flesh.

17ἡ γὰρ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ Πνεύματος τὸ δὲ Πνεῦμα κατὰ τῆς σαρκός ταῦτα γὰρ ἀλλήλοις ἀντίκειται ἵνα μὴ ἃ ἐὰν θέλητε ταῦτα ποιῆτε

17For the flesh craves what is contrary to the Spirit, and the Spirit what is contrary to the flesh. They are opposed to each other, so that you do not do what you want.

18εἰ δὲ Πνεύματι ἄγεσθε οὐκ ἐστὲ ὑπὸ νόμον

18But if you are led by the Spirit, you are not under the law.

19Φανερὰ δέ ἐστιν τὰ ἔργα τῆς σαρκός ἅτινά ἐστιν πορνεία ἀκαθαρσία ἀσέλγεια

19The acts of the flesh are obvious: sexual immorality, impurity, and debauchery;

20εἰδωλολατρία φαρμακεία ἔχθραι ἔρις ζῆλος θυμοί ἐριθεῖαι διχοστασίαι αἱρέσεις

20idolatry and sorcery; hatred, discord, jealousy, and rage; rivalries, divisions, factions,

21φθόνοι μέθαι κῶμοι καὶ τὰ ὅμοια τούτοις ἃ προλέγω ὑμῖν καθὼς προεῖπον ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες βασιλείαν Θεοῦ οὐ κληρονομήσουσιν

21and envy; drunkenness, orgies, and the like. I warn you, as I did before, that those who practice such things will not inherit the kingdom of God.

22Ὁ δὲ καρπὸς τοῦ Πνεύματός ἐστιν ἀγάπη χαρά εἰρήνη μακροθυμία χρηστότης ἀγαθωσύνη πίστις

22But the fruit of the Spirit is love, joy, peace, patience, kindness, goodness, faithfulness,

23πραΰτης ἐγκράτεια κατὰ τῶν τοιούτων οὐκ ἔστιν νόμος

23gentleness, and self-control. Against such things there is no law.

24Οἱ δὲ τοῦ Χριστοῦ Ἰησοῦ τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασιν καὶ ταῖς ἐπιθυμίαις

24Those who belong to Christ Jesus have crucified the flesh with its passions and desires.

25Εἰ ζῶμεν Πνεύματι Πνεύματι καὶ στοιχῶμεν

25Since we live by the Spirit, let us walk in step with the Spirit.

26μὴ γινώμεθα κενόδοξοι ἀλλήλους προκαλούμενοι ἀλλήλοις φθονοῦντες

26Let us not become conceited, provoking and envying one another.