Galatians 6

Learning to read Greek? Start with the alphabet.

Carry One Another’s Burdens

1Ἀδελφοί ἐὰν καὶ προλημφθῇ ἄνθρωπος ἔν τινι παραπτώματι ὑμεῖς οἱ πνευματικοὶ καταρτίζετε τὸν τοιοῦτον ἐν πνεύματι πραΰτητος σκοπῶν σεαυτόν μὴ καὶ σὺ πειρασθῇς2Ἀλλήλων τὰ βάρη βαστάζετε καὶ οὕτως ἀναπληρώσετε τὸν νόμον τοῦ Χριστοῦ

3εἰ γὰρ δοκεῖ τις εἶναί τι μηδὲν ὤν φρεναπατᾷ ἑαυτόν

4Τὸ δὲ ἔργον ἑαυτοῦ δοκιμαζέτω ἕκαστος καὶ τότε εἰς ἑαυτὸν μόνον τὸ καύχημα ἕξει καὶ οὐκ εἰς τὸν ἕτερον5ἕκαστος γὰρ τὸ ἴδιον φορτίον βαστάσει6Κοινωνείτω δὲ ὁ κατηχούμενος τὸν λόγον τῷ κατηχοῦντι ἐν πᾶσιν ἀγαθοῖς

7Μὴ πλανᾶσθε Θεὸς οὐ μυκτηρίζεται ὃ γὰρ ἐὰν σπείρῃ ἄνθρωπος τοῦτο καὶ θερίσει8ὅτι ὁ σπείρων εἰς τὴν σάρκα ἑαυτοῦ ἐκ τῆς σαρκὸς θερίσει φθοράν ὁ δὲ σπείρων εἰς τὸ Πνεῦμα ἐκ τοῦ Πνεύματος θερίσει ζωὴν αἰώνιον

9Τὸ δὲ καλὸν ποιοῦντες μὴ ἐνκακῶμεν καιρῷ γὰρ ἰδίῳ θερίσομεν μὴ ἐκλυόμενοι10Ἄρα οὖν ὡς καιρὸν ἔχομεν ἐργαζώμεθα τὸ ἀγαθὸν πρὸς πάντας μάλιστα δὲ πρὸς τοὺς οἰκείους τῆς πίστεως

Final Warnings and Blessings

11Ἴδετε πηλίκοις ὑμῖν γράμμασιν ἔγραψα τῇ ἐμῇ χειρί

12Ὅσοι θέλουσιν εὐπροσωπῆσαι ἐν σαρκί οὗτοι ἀναγκάζουσιν ὑμᾶς περιτέμνεσθαι μόνον ἵνα τῷ σταυρῷ τοῦ Χριστοῦ μὴ διώκωνται13οὐδὲ γὰρ οἱ περιτεμνόμενοι αὐτοὶ νόμον φυλάσσουσιν ἀλλὰ θέλουσιν ὑμᾶς περιτέμνεσθαι ἵνα ἐν τῇ ὑμετέρᾳ σαρκὶ καυχήσωνται

14Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ δι’ οὗ ἐμοὶ κόσμος ἐσταύρωται κἀγὼ κόσμῳ15οὔτε γὰρ περιτομή τί ἐστιν οὔτε ἀκροβυστία ἀλλὰ καινὴ κτίσις

16Καὶ ὅσοι τῷ κανόνι τούτῳ στοιχήσουσιν εἰρήνη ἐπ’ αὐτοὺς καὶ ἔλεος καὶ ἐπὶ τὸν Ἰσραὴλ τοῦ Θεοῦ

17Τοῦ λοιποῦ κόπους μοι μηδεὶς παρεχέτω ἐγὼ γὰρ τὰ στίγματα τοῦ Ἰησοῦ ἐν τῷ σώματί μου βαστάζω

18Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ τοῦ πνεύματος ὑμῶν ἀδελφοί Ἀμήν