Hebrews 11
Learning to read Greek? Start with the alphabet.
Faith and Assurance
1Ἔστιν δὲ πίστις ἐλπιζομένων ὑπόστασις πραγμάτων ἔλεγχος οὐ βλεπομένων2ἐν ταύτῃ γὰρ ἐμαρτυρήθησαν οἱ πρεσβύτεροι
3Πίστει νοοῦμεν κατηρτίσθαι τοὺς αἰῶνας ῥήματι Θεοῦ εἰς τὸ μὴ ἐκ φαινομένων τὸ βλεπόμενον γεγονέναι
The Faith of Abel, Enoch, Noah
4Πίστει πλείονα θυσίαν Ἅβελ παρὰ Κάϊν προσήνεγκεν τῷ Θεῷ δι’ ἧς ἐμαρτυρήθη εἶναι δίκαιος μαρτυροῦντος ἐπὶ τοῖς δώροις αὐτοῦ τοῦ Θεοῦ καὶ δι’ αὐτῆς ἀποθανὼν ἔτι λαλεῖ
5Πίστει Ἑνὼχ μετετέθη τοῦ μὴ ἰδεῖν θάνατον καὶ οὐχ ηὑρίσκετο διότι μετέθηκεν αὐτὸν ὁ Θεός πρὸ γὰρ τῆς μεταθέσεως μεμαρτύρηται εὐαρεστηκέναι τῷ Θεῷ
6χωρὶς δὲ πίστεως ἀδύνατον εὐαρεστῆσαι πιστεῦσαι γὰρ δεῖ τὸν προσερχόμενον τῷ Θεῷ ὅτι ἔστιν καὶ τοῖς ἐκζητοῦσιν αὐτὸν μισθαποδότης γίνεται
7Πίστει χρηματισθεὶς Νῶε περὶ τῶν μηδέπω βλεπομένων εὐλαβηθεὶς κατεσκεύασεν κιβωτὸν εἰς σωτηρίαν τοῦ οἴκου αὐτοῦ δι’ ἧς κατέκρινεν τὸν κόσμον καὶ τῆς κατὰ πίστιν δικαιοσύνης ἐγένετο κληρονόμος
The Faith of Abraham and Sarah
8Πίστει καλούμενος Ἀβραὰμ ὑπήκουσεν ἐξελθεῖν εἰς τόπον ὃν ἤμελλεν λαμβάνειν εἰς κληρονομίαν καὶ ἐξῆλθεν μὴ ἐπιστάμενος ποῦ ἔρχεται9Πίστει παρῴκησεν εἰς γῆν τῆς ἐπαγγελίας ὡς ἀλλοτρίαν ἐν σκηναῖς κατοικήσας μετὰ Ἰσαὰκ καὶ Ἰακὼβ τῶν συνκληρονόμων τῆς ἐπαγγελίας τῆς αὐτῆς10ἐξεδέχετο γὰρ τὴν τοὺς θεμελίους ἔχουσαν πόλιν ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός
11Πίστει καὶ αὐτῇ Σάρρᾳ στεῖρα δύναμιν εἰς καταβολὴν σπέρματος ἔλαβεν καὶ παρὰ καιρὸν ἡλικίας ἐπεὶ πιστὸν ἡγήσατο τὸν ἐπαγγειλάμενον12διὸ καὶ ἀφ’ ἑνὸς ἐγεννήθησαν καὶ ταῦτα νενεκρωμένου καθὼς τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει καὶ ὡς ἡ ἄμμος ἡ παρὰ τὸ χεῖλος τῆς θαλάσσης ἡ ἀναρίθμητος
13Κατὰ πίστιν ἀπέθανον οὗτοι πάντες μὴ λαμβάνω τὰς ἐπαγγελίας ἀλλὰ πόρρωθεν αὐτὰς ἰδόντες καὶ ἀσπασάμενοι καὶ ὁμολογήσαντες ὅτι ξένοι καὶ παρεπίδημοί εἰσιν ἐπὶ τῆς γῆς
14οἱ γὰρ τοιαῦτα λέγοντες ἐμφανίζουσιν ὅτι πατρίδα ἐπιζητοῦσιν15καὶ εἰ μὲν ἐκείνης ἐμνημόνευον ἀφ’ ἧς ἐξέβησαν εἶχον ἂν καιρὸν ἀνακάμψαι16νῦν δὲ κρείττονος ὀρέγονται τοῦτ’ ἔστιν ἐπουρανίου διὸ οὐκ ἐπαισχύνεται αὐτοὺς ὁ Θεὸς Θεὸς ἐπικαλεῖσθαι αὐτῶν ἡτοίμασεν γὰρ αὐτοῖς πόλιν
17Πίστει προσενήνοχεν Ἀβραὰμ τὸν Ἰσαὰκ πειραζόμενος καὶ τὸν μονογενῆ προσέφερεν ὁ τὰς ἐπαγγελίας ἀναδεξάμενος18πρὸς ὃν ἐλαλήθη ὅτι Ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα19λογισάμενος ὅτι καὶ ἐκ νεκρῶν ἐγείρειν δυνατὸς ὁ Θεός ὅθεν αὐτὸν καὶ ἐν παραβολῇ ἐκομίσατο
The Faith of Isaac, Jacob, and Joseph
20Πίστει καὶ περὶ μελλόντων εὐλόγησεν Ἰσαὰκ τὸν Ἰακὼβ καὶ τὸν Ἠσαῦ
21Πίστει Ἰακὼβ ἀποθνῄσκων ἕκαστον τῶν υἱῶν Ἰωσὴφ εὐλόγησεν καὶ προσεκύνησεν ἐπὶ τὸ ἄκρον τῆς ῥάβδου αὐτοῦ
22Πίστει Ἰωσὴφ τελευτῶν περὶ τῆς ἐξόδου τῶν υἱῶν Ἰσραὴλ ἐμνημόνευσεν καὶ περὶ τῶν ὀστέων αὐτοῦ ἐνετείλατο
The Faith of Moses
23Πίστει Μωϋσῆς γεννηθεὶς ἐκρύβη τρίμηνον ὑπὸ τῶν πατέρων αὐτοῦ διότι εἶδον ἀστεῖον τὸ παιδίον καὶ οὐκ ἐφοβήθησαν τὸ διάταγμα τοῦ βασιλέως
24Πίστει Μωϋσῆς μέγας γενόμενος ἠρνήσατο λέγεσθαι υἱὸς θυγατρὸς Φαραώ25μᾶλλον ἑλόμενος συνκακουχεῖσθαι τῷ λαῷ τοῦ Θεοῦ ἢ πρόσκαιρον ἔχειν ἁμαρτίας ἀπόλαυσιν26μείζονα πλοῦτον ἡγησάμενος τῶν Αἰγύπτου θησαυρῶν τὸν ὀνειδισμὸν τοῦ Χριστοῦ ἀπέβλεπεν γὰρ εἰς τὴν μισθαποδοσίαν
27Πίστει κατέλιπεν Αἴγυπτον μὴ φοβηθεὶς τὸν θυμὸν τοῦ βασιλέως τὸν γὰρ ἀόρατον ὡς ὁρῶν ἐκαρτέρησεν28Πίστει πεποίηκεν τὸ πάσχα καὶ τὴν πρόσχυσιν τοῦ αἵματος ἵνα μὴ ὁ ὀλοθρεύων τὰ πρωτότοκα θίγῃ αὐτῶν
29Πίστει διέβησαν τὴν Ἐρυθρὰν Θάλασσαν ὡς διὰ ξηρᾶς γῆς ἧς πεῖραν λαβόντες οἱ Αἰγύπτιοι κατεπόθησαν
The Faith of Many
30Πίστει τὰ τείχη Ἰεριχὼ ἔπεσαν κυκλωθέντα ἐπὶ ἑπτὰ ἡμέρας
31Πίστει Ῥαὰβ ἡ πόρνη οὐ συναπώλετο τοῖς ἀπειθήσασιν δεξαμένη τοὺς κατασκόπους μετ’ εἰρήνης
32Καὶ τί ἔτι λέγω ἐπιλείψει με γὰρ διηγούμενον ὁ χρόνος περὶ Γεδεών Βαράκ Σαμψών Ἰεφθάε Δαυίδ τε καὶ Σαμουὴλ καὶ τῶν προφητῶν33οἳ διὰ πίστεως κατηγωνίσαντο βασιλείας εἰργάσαντο δικαιοσύνην ἐπέτυχον ἐπαγγελιῶν ἔφραξαν στόματα λεόντων34ἔσβεσαν δύναμιν πυρός ἔφυγον στόματα μαχαίρης ἐδυναμώθησαν ἀπὸ ἀσθενείας ἐγενήθησαν ἰσχυροὶ ἐν πολέμῳ παρεμβολὰς ἔκλιναν ἀλλοτρίων
35Ἔλαβον γυναῖκες ἐξ ἀναστάσεως τοὺς νεκροὺς αὐτῶν ἄλλοι δὲ ἐτυμπανίσθησαν οὐ προσδεξάμενοι τὴν ἀπολύτρωσιν ἵνα κρείττονος ἀναστάσεως τύχωσιν36ἕτεροι δὲ ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον ἔτι δὲ δεσμῶν καὶ φυλακῆς
37Ἐλιθάσθησαν ἐπρίσθησαν ἐν φόνῳ μαχαίρης ἀπέθανον περιῆλθον ἐν μηλωταῖς ἐν αἰγείοις δέρμασιν ὑστερούμενοι θλιβόμενοι κακουχούμενοι38ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος ἐπὶ ἐρημίαις πλανώμενοι καὶ ὄρεσιν καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς
39Καὶ οὗτοι πάντες μαρτυρηθέντες διὰ τῆς πίστεως οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν40τοῦ Θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσιν