John 16

Learning to read Greek? Start with the alphabet.

Persecution Foretold

1Ταῦτα λελάληκα ὑμῖν ἵνα μὴ σκανδαλισθῆτε2ἀποσυναγώγους ποιήσουσιν ὑμᾶς ἀλλ’ ἔρχεται ὥρα ἵνα πᾶς ὁ ἀποκτείνας ὑμᾶς δόξῃ λατρείαν προσφέρειν τῷ Θεῷ3καὶ ταῦτα ποιήσουσιν ὅτι οὐκ ἔγνωσαν τὸν Πατέρα οὐδὲ ἐμέ4ἀλλὰ ταῦτα λελάληκα ὑμῖν ἵνα ὅταν ἔλθῃ ἡ ὥρα αὐτῶν μνημονεύητε αὐτῶν ὅτι ἐγὼ εἶπον ὑμῖν ταῦτα δὲ ὑμῖν ἐξ ἀρχῆς οὐκ εἶπον ὅτι μεθ’ ὑμῶν ἤμην

The Promise of the Holy Spirit

5Νῦν δὲ ὑπάγω πρὸς τὸν πέμψαντά με καὶ οὐδεὶς ἐξ ὑμῶν ἐρωτᾷ με Ποῦ ὑπάγεις6ἀλλ’ ὅτι ταῦτα λελάληκα ὑμῖν ἡ λύπη πεπλήρωκεν ὑμῶν τὴν καρδίαν7ἀλλ’ ἐγὼ τὴν ἀλήθειαν λέγω ὑμῖν συμφέρει ὑμῖν ἵνα ἐγὼ ἀπέλθω ἐὰν γὰρ μὴ ἀπέλθω ὁ Παράκλητος οὐ μὴ ἔλθῃ πρὸς ὑμᾶς ἐὰν δὲ πορευθῶ πέμψω αὐτὸν πρὸς ὑμᾶς

8Καὶ ἐλθὼν ἐκεῖνος ἐλέγξει τὸν κόσμον περὶ ἁμαρτίας καὶ περὶ δικαιοσύνης καὶ περὶ κρίσεως9περὶ ἁμαρτίας μέν ὅτι οὐ πιστεύουσιν εἰς ἐμέ10περὶ δικαιοσύνης δέ ὅτι πρὸς τὸν Πατέρα ὑπάγω καὶ οὐκέτι θεωρεῖτέ με11περὶ δὲ κρίσεως ὅτι ὁ ἄρχων τοῦ κόσμου τούτου κέκριται

12Ἔτι πολλὰ ἔχω ὑμῖν λέγειν ἀλλ’ οὐ δύνασθε βαστάζειν ἄρτι13ὅταν δὲ ἔλθῃ ἐκεῖνος τὸ Πνεῦμα τῆς ἀληθείας ὁδηγήσει ὑμᾶς ἐν τῇ ἀληθείᾳ πάσῃ οὐ γὰρ λαλήσει ἀφ’ ἑαυτοῦ ἀλλ’ ὅσα ἀκούσει λαλήσει καὶ τὰ ἐρχόμενα ἀναγγελεῖ ὑμῖν14ἐκεῖνος ἐμὲ δοξάσει ὅτι ἐκ τοῦ ἐμοῦ λήμψεται καὶ ἀναγγελεῖ ὑμῖν15πάντα ὅσα ἔχει ὁ Πατὴρ ἐμά ἐστιν διὰ τοῦτο εἶπον ὅτι ἐκ τοῦ ἐμοῦ λαμβάνει καὶ ἀναγγελεῖ ὑμῖν

16Μικρὸν καὶ οὐκέτι θεωρεῖτέ με καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με

Grief Will Turn to Joy

17Εἶπαν οὖν ἐκ τῶν μαθητῶν αὐτοῦ πρὸς ἀλλήλους Τί ἐστιν τοῦτο ὃ λέγει ἡμῖν Μικρὸν καὶ οὐ θεωρεῖτέ με καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με καί Ὅτι ὑπάγω πρὸς τὸν Πατέρα18ἔλεγον οὖν Τοῦτο τί ἐστιν ὃ λέγει Τὸ μικρόν οὐκ οἴδαμεν τί λαλεῖ

19Ἔγνω ὁ Ἰησοῦς ὅτι ἤθελον αὐτὸν ἐρωτᾶν καὶ εἶπεν αὐτοῖς Περὶ τούτου ζητεῖτε μετ’ ἀλλήλων ὅτι εἶπον Μικρὸν καὶ οὐ θεωρεῖτέ με καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με20ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι κλαύσετε καὶ θρηνήσετε ὑμεῖς ὁ δὲ κόσμος χαρήσεται ὑμεῖς λυπηθήσεσθε ἀλλ’ ἡ λύπη ὑμῶν εἰς χαρὰν γενήσεται21ἡ γυνὴ ὅταν τίκτῃ λύπην ἔχει ὅτι ἦλθεν ἡ ὥρα αὐτῆς ὅταν δὲ γεννήσῃ τὸ παιδίον οὐκέτι μνημονεύει τῆς θλίψεως διὰ τὴν χαρὰν ὅτι ἐγεννήθη ἄνθρωπος εἰς τὸν κόσμον22καὶ ὑμεῖς οὖν νῦν μὲν λύπην ἔχετε πάλιν δὲ ὄψομαι ὑμᾶς καὶ χαρήσεται ὑμῶν ἡ καρδία καὶ τὴν χαρὰν ὑμῶν οὐδεὶς αἴρει ἀφ’ ὑμῶν

Ask in My Name

23Καὶ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐμὲ οὐκ ἐρωτήσετε οὐδέν ἀμὴν ἀμὴν λέγω ὑμῖν ἄν τι αἰτήσητε τὸν Πατέρα δώσει ὑμῖν ἐν τῷ ὀνόματί μου24ἕως ἄρτι οὐκ ᾐτήσατε οὐδὲν ἐν τῷ ὀνόματί μου αἰτεῖτε καὶ λήμψεσθε ἵνα ἡ χαρὰ ὑμῶν ᾖ πεπληρωμένη

25Ταῦτα ἐν παροιμίαις λελάληκα ὑμῖν ἔρχεται ὥρα ὅτε οὐκέτι ἐν παροιμίαις λαλήσω ὑμῖν ἀλλὰ παρρησίᾳ περὶ τοῦ Πατρὸς ἀπαγγελῶ ὑμῖν26ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐν τῷ ὀνόματί μου αἰτήσεσθε καὶ οὐ λέγω ὑμῖν ὅτι ἐγὼ ἐρωτήσω τὸν Πατέρα περὶ ὑμῶν27αὐτὸς γὰρ ὁ Πατὴρ φιλεῖ ὑμᾶς ὅτι ὑμεῖς ἐμὲ πεφιλήκατε καὶ πεπιστεύκατε ὅτι ἐγὼ παρὰ τοῦ Θεοῦ ἐξῆλθον28ἐξῆλθον ἐκ τοῦ Πατρὸς καὶ ἐλήλυθα εἰς τὸν κόσμον πάλιν ἀφίημι τὸν κόσμον καὶ πορεύομαι πρὸς τὸν Πατέρα

29Λέγουσιν οἱ μαθηταὶ αὐτοῦ Ἴδε νῦν ἐν παρρησίᾳ λαλεῖς καὶ παροιμίαν οὐδεμίαν λέγεις30νῦν οἴδαμεν ὅτι οἶδας πάντα καὶ οὐ χρείαν ἔχεις ἵνα τίς σε ἐρωτᾷ ἐν τούτῳ πιστεύομεν ὅτι ἀπὸ Θεοῦ ἐξῆλθες

31Ἀπεκρίθη αὐτοῖς Ἰησοῦς Ἄρτι πιστεύετε32ἰδοὺ ἔρχεται ὥρα καὶ ἐλήλυθεν ἵνα σκορπισθῆτε ἕκαστος εἰς τὰ ἴδια κἀμὲ μόνον ἀφῆτε καὶ οὐκ εἰμὶ μόνος ὅτι ὁ Πατὴρ μετ’ ἐμοῦ ἐστιν33ταῦτα λελάληκα ὑμῖν ἵνα ἐν ἐμοὶ εἰρήνην ἔχητε ἐν τῷ κόσμῳ θλῖψιν ἔχετε ἀλλὰ θαρσεῖτε ἐγὼ νενίκηκα τὸν κόσμον