John 21
Learning to read Greek? Start with the alphabet.
Jesus Appears by the Sea of Tiberias
3λέγει αὐτοῖς Σίμων Πέτρος Ὑπάγω ἁλιεύειν Λέγουσιν αὐτῷ Ἐρχόμεθα καὶ ἡμεῖς σὺν σοί ἐξῆλθον καὶ ἐνέβησαν εἰς τὸ πλοῖον καὶ ἐν ἐκείνῃ τῇ νυκτὶ ἐπίασαν οὐδέν
3Simon Peter told them, “I am going fishing.”
“We will go with you,” they said. So they went out and got into the boat, but caught nothing that night.
6Ὁ δὲ εἶπεν αὐτοῖς Βάλετε εἰς τὰ δεξιὰ μέρη τοῦ πλοίου τὸ δίκτυον καὶ εὑρήσετε ἔβαλον οὖν καὶ οὐκέτι αὐτὸ ἑλκύσαι ἴσχυον ἀπὸ τοῦ πλήθους τῶν ἰχθύων
6He told them, “Cast the net on the right side of the boat, and you will find some.” So they cast it there, and they were unable to haul it in because of the great number of fish.
7Λέγει οὖν ὁ μαθητὴς ἐκεῖνος ὃν ἠγάπα ὁ Ἰησοῦς τῷ Πέτρῳ Ὁ Κύριός ἐστιν Σίμων οὖν Πέτρος ἀκούσας ὅτι ὁ Κύριός ἐστιν τὸν ἐπενδύτην διεζώσατο ἦν γὰρ γυμνός καὶ ἔβαλεν ἑαυτὸν εἰς τὴν θάλασσαν
7Then the disciple whom Jesus loved said to Peter, “It is the Lord!” As soon as Simon Peter heard that it was the Lord, he put on his outer garment (for he had removed it) and jumped into the sea.
Jesus and Peter
15Ὅτε οὖν ἠρίστησαν λέγει τῷ Σίμωνι Πέτρῳ ὁ Ἰησοῦς Σίμων Ἰωάννου ἀγαπᾷς με πλέον τούτων Λέγει αὐτῷ Ναί Κύριε σὺ οἶδας ὅτι φιλῶ σε Λέγει αὐτῷ Βόσκε τὰ ἀρνία μου
15When they had finished eating, Jesus asked Simon Peter, “Simon son of John, do you love Me more than these?”
“Yes, Lord,” he answered, “You know I love You.”
Jesus replied, “Feed My lambs.”
17Λέγει αὐτῷ τὸ τρίτον Σίμων Ἰωάννου φιλεῖς με Ἐλυπήθη ὁ Πέτρος ὅτι εἶπεν αὐτῷ τὸ τρίτον Φιλεῖς με Καὶ εἶπεν αὐτῷ Κύριε πάντα σὺ οἶδας σὺ γινώσκεις ὅτι φιλῶ σε Λέγει αὐτῷ ὁ Ἰησοῦς Βόσκε τὰ πρόβατά μου
17Jesus asked a third time, “Simon son of John, do you love Me?”
Peter was deeply hurt that Jesus had asked him a third time, “Do you love Me?”
“Lord, You know all things,” he replied. “You know I love You.”
Jesus said to him, “Feed My sheep.
18Ἀμὴν ἀμὴν λέγω σοι ὅτε ἦς νεώτερος ἐζώννυες σεαυτὸν καὶ περιεπάτεις ὅπου ἤθελες ὅταν δὲ γηράσῃς ἐκτενεῖς τὰς χεῖράς σου καὶ ἄλλος ζώσει σε καὶ οἴσει ὅπου οὐ θέλεις
18Truly, truly, I tell you, when you were young, you dressed yourself and walked where you wanted; but when you are old, you will stretch out your hands, and someone elsea will dress you and lead you where you do not want to go.”
Jesus and the Beloved Disciple
20Ἐπιστραφεὶς ὁ Πέτρος βλέπει τὸν μαθητὴν ὃν ἠγάπα ὁ Ἰησοῦς ἀκολουθοῦντα ὃς καὶ ἀνέπεσεν ἐν τῷ δείπνῳ ἐπὶ τὸ στῆθος αὐτοῦ καὶ εἶπεν Κύριε τίς ἐστιν ὁ παραδιδούς σε
20Peter turned and saw the disciple whom Jesus loved following them. He was the one who had leaned back against Jesusa at the supper to ask, “Lord, who is going to betray You?”
23ἐξῆλθεν οὖν οὗτος ὁ λόγος εἰς τοὺς ἀδελφοὺς ὅτι ὁ μαθητὴς ἐκεῖνος οὐκ ἀποθνήσκει οὐκ εἶπεν δὲ αὐτῷ ὁ Ἰησοῦς ὅτι οὐκ ἀποθνήσκει ἀλλ’ Ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι τί πρὸς σέ
23Because of this, the rumor spread among the brothers that this disciple would not die. However, Jesus did not say that he would not die, but only, “If I want him to remain until I return, what is that to you?”
25Ἔστιν δὲ καὶ ἄλλα πολλὰ ἃ ἐποίησεν ὁ Ἰησοῦς ἅτινα ἐὰν γράφηται καθ’ ἕν οὐδ’ αὐτὸν οἶμαι τὸν κόσμον χωρήσειν τὰ γραφόμενα βιβλία
25There are many more things that Jesus did. If all of them were written down, I suppose that not even the world itself would have space for the books that would be written.