Jude 1

Learning to read Greek? Start with the alphabet.

A Greeting from Jude

1Ἰούδας Ἰησοῦ Χριστοῦ δοῦλος ἀδελφὸς δὲ Ἰακώβου Τοῖς ἐν Θεῷ Πατρὶ ἠγαπημένοις καὶ Ἰησοῦ Χριστῷ τετηρημένοις κλητοῖς

1Jude, a servant of Jesus Christ and a brother of James,

To those who are called, loved by God the Father, and kept in Jesus Christ:

2Ἔλεος ὑμῖν καὶ εἰρήνη καὶ ἀγάπη πληθυνθείη

2Mercy, peace, and love be multiplied to you.

God’s Judgment on the Ungodly

3Ἀγαπητοί πᾶσαν σπουδὴν ποιούμενος γράφειν ὑμῖν περὶ τῆς κοινῆς ἡμῶν σωτηρίας ἀνάγκην ἔσχον γράψαι ὑμῖν παρακαλῶν ἐπαγωνίζεσθαι τῇ ἅπαξ παραδοθείσῃ τοῖς ἁγίοις πίστει

3Beloved, although I made every effort to write to you about the salvation we share, I felt it necessary to write and urge you to contend earnestly for the faith entrusted once for all to the saints.

4παρεισέδυσαν γάρ τινες ἄνθρωποι οἱ πάλαι προγεγραμμένοι εἰς τοῦτο τὸ κρίμα ἀσεβεῖς τὴν τοῦ Θεοῦ ἡμῶν χάριτα μετατιθέντες εἰς ἀσέλγειαν καὶ τὸν μόνον Δεσπότην καὶ Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἀρνούμενοι

4For certain men have crept in among you unnoticed—ungodly ones who were designated long ago for condemnation. They turn the grace of our God into a license for immorality, and they deny our only Master and Lord, Jesus Christ.

5Ὑπομνῆσαι δὲ ὑμᾶς βούλομαι εἰδότας ὑμᾶς ἅπαξ πάντα ὅτι Ἰησοῦς λαὸν ἐκ γῆς Αἰγύπτου σώσας τὸ δεύτερον τοὺς μὴ πιστεύσαντας ἀπώλεσεν

5Although you are fully aware of this, I want to remind you that after Jesus had delivered His people out of the land of Egypt, He destroyed those who did not believe.

6ἀγγέλους τε τοὺς μὴ τηρήσαντας τὴν ἑαυτῶν ἀρχὴν ἀλλὰ ἀπολιπόντας τὸ ἴδιον οἰκητήριον εἰς κρίσιν μεγάλης ἡμέρας δεσμοῖς ἀϊδίοις ὑπὸ ζόφον τετήρηκεν

6And the angels who did not stay within their own domain but abandoned their proper dwelling—these He has kept in eternal chains under darkness, bound for judgment on that great day.

7ὡς Σόδομα καὶ Γόμορρα καὶ αἱ περὶ αὐτὰς πόλεις τὸν ὅμοιον τρόπον τούτοις ἐκπορνεύσασαι καὶ ἀπελθοῦσαι ὀπίσω σαρκὸς ἑτέρας πρόκεινται δεῖγμα πυρὸς αἰωνίου δίκην ὑπέχουσαι

7In like manner, Sodom and Gomorrah and the cities around them, who indulged in sexual immorality and pursued strange flesh, are on display as an example of those who sustain the punishment of eternal fire.

8Ὁμοίως μέντοι καὶ οὗτοι ἐνυπνιαζόμενοι σάρκα μὲν μιαίνουσιν κυριότητα δὲ ἀθετοῦσιν δόξας δὲ βλασφημοῦσιν

8Yet in the same way these dreamers defile their bodies, reject authority, and slander glorious beings.

9ὁ δὲ Μιχαὴλ ὁ ἀρχάγγελος ὅτε τῷ διαβόλῳ διακρινόμενος διελέγετο περὶ τοῦ Μωϋσέως σώματος οὐκ ἐτόλμησεν κρίσιν ἐπενεγκεῖν βλασφημίας ἀλλὰ εἶπεν Ἐπιτιμήσαι σοι Κύριος

9But even the archangel Michael, when he disputed with the devil over the body of Moses, did not presume to bring a slanderous charge against him, but said, “The Lord rebuke you!”

10οὗτοι δὲ ὅσα μὲν οὐκ οἴδασιν βλασφημοῦσιν ὅσα δὲ φυσικῶς ὡς τὰ ἄλογα ζῷα ἐπίστανται ἐν τούτοις φθείρονται

10These men, however, slander what they do not understand, and like irrational animals, they will be destroyed by the things they do instinctively.

11οὐαὶ αὐτοῖς ὅτι τῇ ὁδῷ τοῦ Κάϊν ἐπορεύθησαν καὶ τῇ πλάνῃ τοῦ Βαλαὰμ μισθοῦ ἐξεχύθησαν καὶ τῇ ἀντιλογίᾳ τοῦ Κόρε ἀπώλοντο

11Woe to them! They have traveled the path of Cain; they have rushed for profit into the error of Balaam; they have perished in Korah’s rebellion.

12Οὗτοί εἰσιν οἱ ἐν ταῖς ἀγάπαις ὑμῶν σπιλάδες συνευωχούμενοι ἀφόβως ἑαυτοὺς ποιμαίνοντες νεφέλαι ἄνυδροι ὑπὸ ἀνέμων παραφερόμεναι δένδρα φθινοπωρινὰ ἄκαρπα δὶς ἀποθανόντα ἐκριζωθέντα

12These men are hidden reefs in your love feasts, shamelessly feasting with you but shepherding only themselves. They are clouds without water, carried along by the wind; fruitless trees in autumn, twice dead after being uprooted.

13κύματα ἄγρια θαλάσσης ἐπαφρίζοντα τὰς ἑαυτῶν αἰσχύνας ἀστέρες πλανῆται οἷς ὁ ζόφος τοῦ σκότους εἰς αἰῶνα τετήρηται

13They are wild waves of the sea, foaming up their own shame; wandering stars, for whom blackest darkness has been reserved forever.

14Προεφήτευσεν δὲ καὶ τούτοις ἕβδομος ἀπὸ Ἀδὰμ Ἑνὼχ λέγων Ἰδοὺ ἦλθεν Κύριος ἐν ἁγίαις μυριάσιν αὐτοῦ

14Enoch, the seventh from Adam, also prophesied about them:

“Behold, the Lord is coming

with myriads of His holy ones

15ποιῆσαι κρίσιν κατὰ πάντων καὶ ἐλέγξαι πάντας τοὺς ἀσεβεῖς περὶ πάντων τῶν ἔργων ἀσεβείας αὐτῶν ὧν ἠσέβησαν καὶ περὶ πάντων τῶν σκληρῶν ὧν ἐλάλησαν κατ’ αὐτοῦ ἁμαρτωλοὶ ἀσεβεῖς

15to execute judgment on everyone,

and to convict all the ungodly

of every ungodly act of wickedness

and every harsh word spoken against Him by ungodly sinners.”

16Οὗτοί εἰσιν γογγυσταί μεμψίμοιροι κατὰ τὰς ἐπιθυμίας αὐτῶν πορευόμενοι καὶ τὸ στόμα αὐτῶν λαλεῖ ὑπέρογκα θαυμάζοντες πρόσωπα ὠφελείας χάριν

16These men are discontented grumblers, following after their own lusts; their mouths spew arrogance; they flatter others for their own advantage.

A Call to Persevere

17Ὑμεῖς δέ ἀγαπητοί μνήσθητε τῶν ῥημάτων τῶν προειρημένων ὑπὸ τῶν ἀποστόλων τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ

17But you, beloved, remember what was foretold by the apostles of our Lord Jesus Christ

18ὅτι ἔλεγον ὑμῖν Ἐπ’ ἐσχάτου τοῦ χρόνου ἔσονται ἐμπαῖκται κατὰ τὰς ἑαυτῶν ἐπιθυμίας πορευόμενοι τῶν ἀσεβειῶν

18when they said to you, “In the last times there will be scoffers who will follow after their own ungodly desires.”

19Οὗτοί εἰσιν οἱ ἀποδιορίζοντες ψυχικοί Πνεῦμα μὴ ἔχοντες

19These are the ones who cause divisions, who are worldly and devoid of the Spirit.

20Ὑμεῖς δέ ἀγαπητοί ἐποικοδομοῦντες ἑαυτοὺς τῇ ἁγιωτάτῃ ὑμῶν πίστει ἐν Πνεύματι Ἁγίῳ προσευχόμενοι

20But you, beloved, by building yourselves up in your most holy faith and praying in the Holy Spirit,

21ἑαυτοὺς ἐν ἀγάπῃ Θεοῦ τηρήσατε προσδεχόμενοι τὸ ἔλεος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ εἰς ζωὴν αἰώνιον

21keep yourselves in the love of God as you await the mercy of our Lord Jesus Christ to bring you eternal life.

22Καὶ οὓς μὲν ἐλεᾶτε διακρινομένους

22And indeed, have mercy on those who doubt;

23οὓς δὲ σῴζετε ἐκ πυρὸς ἁρπάζοντες οὓς δὲ ἐλεᾶτε ἐν φόβῳ μισοῦντες καὶ τὸν ἀπὸ τῆς σαρκὸς ἐσπιλωμένον χιτῶνα

23save others by snatching them from the fire; and to still others show mercy tempered with fear, hating even the clothing stained by the flesh.

Doxology

24Τῷ δὲ δυναμένῳ φυλάξαι ὑμᾶς ἀπταίστους καὶ στῆσαι κατενώπιον τῆς δόξης αὐτοῦ ἀμώμους ἐν ἀγαλλιάσει

24Now to Him who is able to keep you from stumbling and to present you unblemished in His glorious presence, with great joy—

25μόνῳ Θεῷ Σωτῆρι ἡμῶν διὰ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν δόξα μεγαλωσύνη κράτος καὶ ἐξουσία πρὸ παντὸς τοῦ αἰῶνος καὶ νῦν καὶ εἰς πάντας τοὺς αἰῶνας Ἀμήν

25to the only God our Savior be glory, majesty, dominion, and authority through Jesus Christ our Lord before all time, and now, and for all eternity.

Amen.