Luke 18

Learning to read Greek? Start with the alphabet.

The Parable of the Persistent Widow

1Ἔλεγεν δὲ παραβολὴν αὐτοῖς πρὸς τὸ δεῖν πάντοτε προσεύχεσθαι αὐτοὺς καὶ μὴ ἐνκακεῖν

1Then Jesus told them a parable about their need to pray at all times and not lose heart:

2λέγων Κριτής τις ἦν ἔν τινι πόλει τὸν Θεὸν μὴ φοβούμενος καὶ ἄνθρωπον μὴ ἐντρεπόμενος

2“In a certain town there was a judge who neither feared God nor respected men.

3χήρα δὲ ἦν ἐν τῇ πόλει ἐκείνῃ καὶ ἤρχετο πρὸς αὐτὸν λέγουσα Ἐκδίκησόν με ἀπὸ τοῦ ἀντιδίκου μου

3And there was a widow in that town who kept appealing to him, ‘Give me justice against my adversary.’

4Καὶ οὐκ ἤθελεν ἐπὶ χρόνον μετὰ ταῦτα δὲ εἶπεν ἐν ἑαυτῷ Εἰ καὶ τὸν Θεὸν οὐ φοβοῦμαι οὐδὲ ἄνθρωπον ἐντρέπομαι

4For a while he refused, but later he said to himself, ‘Though I neither fear God nor respect men,

5διά γε τὸ παρέχειν μοι κόπον τὴν χήραν ταύτην ἐκδικήσω αὐτήν ἵνα μὴ εἰς τέλος ἐρχομένη ὑπωπιάζῃ με

5yet because this widow keeps pestering me, I will give her justice. Otherwise, she will wear me out with her perpetual requests.’”

6Εἶπεν δὲ ὁ Κύριος Ἀκούσατε τί ὁ κριτὴς τῆς ἀδικίας λέγει

6And the Lord said, “Listen to the words of the unjust judge.

7ὁ δὲ Θεὸς οὐ μὴ ποιήσῃ τὴν ἐκδίκησιν τῶν ἐκλεκτῶν αὐτοῦ τῶν βοώντων αὐτῷ ἡμέρας καὶ νυκτός καὶ μακροθυμεῖ ἐπ’ αὐτοῖς

7Will not God bring about justice for His elect who cry out to Him day and night? Will He delay in helping them?

8λέγω ὑμῖν ὅτι ποιήσει τὴν ἐκδίκησιν αὐτῶν ἐν τάχει πλὴν ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐλθὼν ἆρα εὑρήσει τὴν πίστιν ἐπὶ τῆς γῆς

8I tell you, He will promptly carry out justice on their behalf. Nevertheless, when the Son of Man comes, will He find faith on earth?”

The Pharisee and the Tax Collector

9Εἶπεν δὲ καὶ πρός τινας τοὺς πεποιθότας ἐφ’ ἑαυτοῖς ὅτι εἰσὶν δίκαιοι καὶ ἐξουθενοῦντας τοὺς λοιποὺς τὴν παραβολὴν ταύτην

9To some who trusted in their own righteousness and viewed others with contempt, He also told this parable:

10Ἄνθρωποι δύο ἀνέβησαν εἰς τὸ ἱερὸν προσεύξασθαι ὁ εἷς Φαρισαῖος καὶ ὁ ἕτερος τελώνης

10“Two men went up to the temple to pray. One was a Pharisee and the other a tax collector.

11ὁ Φαρισαῖος σταθεὶς ταῦτα πρὸς ἑαυτὸν προσηύχετο Ὁ Θεός εὐχαριστῶ σοι ὅτι οὐκ εἰμὶ ὥσπερ οἱ λοιποὶ τῶν ἀνθρώπων ἅρπαγες ἄδικοι μοιχοί ἢ καὶ ὡς οὗτος ὁ τελώνης

11The Pharisee stood by himself and prayed, ‘God, I thank You that I am not like other men—swindlers, evildoers, adulterers—or even like this tax collector.

12νηστεύω δὶς τοῦ σαββάτου ἀποδεκατῶ πάντα ὅσα κτῶμαι

12I fast twice a week and pay tithes of all that I acquire.’

13Ὁ δὲ τελώνης μακρόθεν ἑστὼς οὐκ ἤθελεν οὐδὲ τοὺς ὀφθαλμοὺς ἐπᾶραι εἰς τὸν οὐρανόν ἀλλ’ ἔτυπτεν τὸ στῆθος αὐτοῦ λέγων Ὁ Θεός ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ

13But the tax collector stood at a distance, unwilling even to lift up his eyes to heaven. Instead, he beat his breast and said, ‘God, have mercy on me, a sinner!’

14λέγω ὑμῖν κατέβη οὗτος δεδικαιωμένος εἰς τὸν οἶκον αὐτοῦ παρ’ ἐκεῖνον ὅτι πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται ὁ δὲ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται

14I tell you, this man, rather than the Pharisee, went home justified. For everyone who exalts himself will be humbled, but the one who humbles himself will be exalted.”

Jesus Blesses the Children

15Προσέφερον δὲ αὐτῷ καὶ τὰ βρέφη ἵνα αὐτῶν ἅπτηται ἰδόντες δὲ οἱ μαθηταὶ ἐπετίμων αὐτοῖς

15Now people were even bringing their babies to Jesus for Him to place His hands on them. And when the disciples saw this, they rebuked those who brought them.

16Ὁ δὲ Ἰησοῦς προσεκαλέσατο αὐτὰ λέγων Ἄφετε τὰ παιδία ἔρχεσθαι πρός με καὶ μὴ κωλύετε αὐτά τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ

16But Jesus called the children to Him and said, “Let the little children come to Me, and do not hinder them! For the kingdom of God belongs to such as these.

17ἀμὴν λέγω ὑμῖν ὃς ἂν μὴ δέξηται τὴν βασιλείαν τοῦ Θεοῦ ὡς παιδίον οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν

17Truly I tell you, anyone who does not receive the kingdom of God like a little child will never enter it.”

The Rich Young Ruler

18Καὶ ἐπηρώτησέν τις αὐτὸν ἄρχων λέγων Διδάσκαλε ἀγαθέ τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω

18Then a certain ruler asked Him, “Good Teacher, what must I do to inherit eternal life?”

19Εἶπεν δὲ αὐτῷ ὁ Ἰησοῦς Τί με λέγεις ἀγαθόν οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ Θεός

19“Why do you call Me good?” Jesus replied. “No one is good except God alone.

20τὰς ἐντολὰς οἶδας Μὴ μοιχεύσῃς Μὴ φονεύσῃς Μὴ κλέψῃς Μὴ ψευδομαρτυρήσῃς Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα

20You know the commandments: ‘Do not commit adultery, do not murder, do not steal, do not bear false witness, honor your father and mother.’”

21Ὁ δὲ εἶπεν Ταῦτα πάντα ἐφύλαξα ἐκ νεότητος μου

21“All these I have kept from my youth,” he said.

22Ἀκούσας δὲ ὁ Ἰησοῦς εἶπεν αὐτῷ Ἔτι ἕν σοι λείπει πάντα ὅσα ἔχεις πώλησον καὶ διάδος πτωχοῖς καὶ ἕξεις θησαυρὸν ἐν τοῖς οὐρανοῖς καὶ δεῦρο ἀκολούθει μοι

22On hearing this, Jesus told him, “You still lack one thing: Sell everything you own and give to the poor, and you will have treasure in heaven. Then come, follow Me.”

23Ὁ δὲ ἀκούσας ταῦτα περίλυπος ἐγενήθη ἦν γὰρ πλούσιος σφόδρα

23But when the ruler heard this, he became very sad, because he was extremely wealthy.

24Ἰδὼν δὲ αὐτὸν ὁ Ἰησοῦς περίλυπον γενόμενον εἶπεν Πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσπορεύονται

24Seeing the man’s sadness, Jesus said, “How hard it is for the rich to enter the kingdom of God!

25εὐκοπώτερον γάρ ἐστιν κάμηλον διὰ τρήματος βελόνης εἰσελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν

25Indeed, it is easier for a camel to pass through the eye of a needle than for a rich man to enter the kingdom of God.”

26Εἶπαν δὲ οἱ ἀκούσαντες Καὶ τίς δύναται σωθῆναι

26Those who heard this asked, “Who then can be saved?”

27Ὁ δὲ εἶπεν Τὰ ἀδύνατα παρὰ ἀνθρώποις δυνατὰ παρὰ τῷ Θεῷ ἐστιν

27But Jesus said, “What is impossible with man is possible with God.”

28Εἶπεν δὲ ὁ Πέτρος Ἰδοὺ ἡμεῖς ἀφέντες τὰ ἴδια ἠκολουθήσαμέν σοι

28“Look,” said Peter, “we have left all we had to follow You.”

29Ὁ δὲ εἶπεν αὐτοῖς Ἀμὴν λέγω ὑμῖν ὅτι οὐδείς ἐστιν ὃς ἀφῆκεν οἰκίαν ἢ γυναῖκα ἢ ἀδελφοὺς ἢ γονεῖς ἢ τέκνα ἕνεκεν τῆς βασιλείας τοῦ Θεοῦ

29“Truly I tell you,” Jesus replied, “no one who has left home or wife or brothers or parents or children for the sake of the kingdom of God

30ὃς οὐχὶ μὴ ἀπολάβῃ πολλαπλασίονα ἐν τῷ καιρῷ τούτῳ καὶ ἐν τῷ αἰῶνι τῷ ἐρχομένῳ ζωὴν αἰώνιον

30will fail to receive many times more in this age—and in the age to come, eternal life.”

The Third Prediction of the Passion

31Παραλαβὼν δὲ τοὺς δώδεκα εἶπεν πρὸς αὐτούς Ἰδοὺ ἀναβαίνομεν εἰς Ἰερουσαλήμ καὶ τελεσθήσεται πάντα τὰ γεγραμμένα διὰ τῶν προφητῶν τῷ Υἱῷ τοῦ ἀνθρώπου

31Then Jesus took the Twelve aside and said to them, “Look, we are going up to Jerusalem, and everything the prophets have written about the Son of Man will be fulfilled.

32παραδοθήσεται γὰρ τοῖς ἔθνεσιν καὶ ἐμπαιχθήσεται καὶ ὑβρισθήσεται καὶ ἐμπτυσθήσεται

32He will be delivered over to the Gentiles and will be mocked and insulted and spit upon.

33καὶ μαστιγώσαντες ἀποκτενοῦσιν αὐτόν καὶ τῇ ἡμέρᾳ τῇ τρίτῃ ἀναστήσεται

33They will flog Him and kill Him, and on the third day He will rise again.”

34Καὶ αὐτοὶ οὐδὲν τούτων συνῆκαν καὶ ἦν τὸ ῥῆμα τοῦτο κεκρυμμένον ἀπ’ αὐτῶν καὶ οὐκ ἐγίνωσκον τὰ λεγόμενα

34But the disciples did not understand any of these things. The meaning was hidden from them, and they did not comprehend what He was saying.

Jesus Heals a Blind Beggar

35Ἐγένετο δὲ ἐν τῷ ἐγγίζειν αὐτὸν εἰς Ἰεριχὼ τυφλός τις ἐκάθητο παρὰ τὴν ὁδὸν ἐπαιτῶν

35As Jesus drew near to Jericho, a blind man was sitting beside the road, begging.

36ἀκούσας δὲ ὄχλου διαπορευομένου ἐπυνθάνετο τί εἴη τοῦτο

36When he heard the crowd going by, he asked what was happening.

37Ἀπήγγειλαν δὲ αὐτῷ ὅτι Ἰησοῦς ὁ Ναζωραῖος παρέρχεται

37“Jesus of Nazareth is passing by,” they told him.

38Καὶ ἐβόησεν λέγων Ἰησοῦ υἱὲ Δαυίδ ἐλέησόν με

38So he called out, “Jesus, Son of David, have mercy on me!”

39Καὶ οἱ προάγοντες ἐπετίμων αὐτῷ ἵνα σιγήσῃ αὐτὸς δὲ πολλῷ μᾶλλον ἔκραζεν Υἱὲ Δαυίδ ἐλέησόν με

39Those who led the way admonished him to be silent, but he cried out all the louder, “Son of David, have mercy on me!”

40Σταθεὶς δὲ ὁ Ἰησοῦς ἐκέλευσεν αὐτὸν ἀχθῆναι πρὸς αὐτόν ἐγγίσαντος δὲ αὐτοῦ ἐπηρώτησεν αὐτόν

40Jesus stopped and directed that the man be brought to Him. When he had come near, Jesus asked him,

41Τί σοι θέλεις ποιήσω Ὁ δὲ εἶπεν Κύριε ἵνα ἀναβλέψω

41“What do you want Me to do for you?”

“Lord,” he said, “let me see again.”

42Καὶ ὁ Ἰησοῦς εἶπεν αὐτῷ Ἀνάβλεψον ἡ πίστις σου σέσωκέν σε

42“Receive your sight!” Jesus replied. “Your faith has healed you.”

43καὶ παραχρῆμα ἀνέβλεψεν καὶ ἠκολούθει αὐτῷ δοξάζων τὸν Θεόν καὶ πᾶς ὁ λαὸς ἰδὼν ἔδωκεν αἶνον τῷ Θεῷ

43Immediately he received his sight and followed Jesus, glorifying God. And all the people, when they saw it, gave praise to God.