Luke 19
Learning to read Greek? Start with the alphabet.
Jesus and Zacchaeus
8Σταθεὶς δὲ Ζακχαῖος εἶπεν πρὸς τὸν Κύριον Ἰδοὺ τὰ ἡμίσιά μου τῶν ὑπαρχόντων Κύριε τοῖς πτωχοῖς δίδωμι καὶ εἴ τινός τι ἐσυκοφάντησα ἀποδίδωμι τετραπλοῦν
8But Zacchaeus stood up and said to the Lord, “Look, Lord, half of my possessions I give to the poor, and if I have cheated anyone, I will repay it fourfold.”
The Parable of the Ten Minas
11Ἀκουόντων δὲ αὐτῶν ταῦτα προσθεὶς εἶπεν παραβολὴν διὰ τὸ ἐγγὺς εἶναι Ἰερουσαλὴμ αὐτὸν καὶ δοκεῖν αὐτοὺς ὅτι παραχρῆμα μέλλει ἡ βασιλεία τοῦ Θεοῦ ἀναφαίνεσθαι
11While the people were listening to this, Jesus proceeded to tell them a parable, because He was near Jerusalem and they thought the kingdom of God would appear imminently.
15Καὶ ἐγένετο ἐν τῷ ἐπανελθεῖν αὐτὸν λαβόντα τὴν βασιλείαν καὶ εἶπεν φωνηθῆναι αὐτῷ τοὺς δούλους τούτους οἷς δεδώκει τὸ ἀργύριον ἵνα γνοῖ τίς τί διεπραγματεύσαντο
15When he returned from procuring his kingship, he summoned the servants to whom he had given the money, to find out what each one had earned.
22Λέγει αὐτῷ Ἐκ τοῦ στόματός σου κρίνω σε πονηρὲ δοῦλε ᾔδεις ὅτι ἐγὼ ἄνθρωπος αὐστηρός εἰμι αἴρων ὃ οὐκ ἔθηκα καὶ θερίζων ὃ οὐκ ἔσπειρα
22His master replied, ‘You wicked servant, I will judge you by your own words. So you knew that I am a harsh man, withdrawing what I did not deposit and reaping what I did not sow?
The Triumphal Entry
30λέγων Ὑπάγετε εἰς τὴν κατέναντι κώμην ἐν ᾗ εἰσπορευόμενοι εὑρήσετε πῶλον δεδεμένον ἐφ’ ὃν οὐδεὶς πώποτε ἀνθρώπων ἐκάθισεν καὶ λύσαντες αὐτὸν ἀγάγετε
30saying, “Go into the village ahead of you, and as you enter it, you will find a colt tied there, on which no one has ever sat. Untie it and bring it here.
37ἐγγίζοντος δὲ αὐτοῦ ἤδη πρὸς τῇ καταβάσει τοῦ ὄρους τῶν Ἐλαιῶν ἤρξαντο ἅπαν τὸ πλῆθος τῶν μαθητῶν χαίροντες αἰνεῖν τὸν Θεὸν φωνῇ μεγάλῃ περὶ πασῶν ὧν εἶδον δυνάμεων
37And as He approached the descent from the Mount of Olives, the whole multitude of disciples began to praise God joyfully in a loud voice for all the miracles they had seen:
Jesus Weeps over Jerusalem
44καὶ ἐδαφιοῦσίν σε καὶ τὰ τέκνα σου ἐν σοί καὶ οὐκ ἀφήσουσιν λίθον ἐπὶ λίθον ἐν σοί ἀνθ’ ὧν οὐκ ἔγνως τὸν καιρὸν τῆς ἐπισκοπῆς σου
44They will level you to the ground—you and the children within your walls. They will not leave one stone on another, because you did not recognize the time of your visitation from God.”a