Luke 22

Learning to read Greek? Start with the alphabet.

The Plot to Kill Jesus

1Ἤγγιζεν δὲ ἡ ἑορτὴ τῶν ἀζύμων ἡ λεγομένη Πάσχα

1Now the Feast of Unleavened Bread, called the Passover, was approaching,

2καὶ ἐζήτουν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς τὸ πῶς ἀνέλωσιν αὐτόν ἐφοβοῦντο γὰρ τὸν λαόν

2and the chief priests and scribes were looking for a way to put Jesus to death, for they feared the people.

Judas Agrees to Betray Jesus

3Εἰσῆλθεν δὲ Σατανᾶς εἰς Ἰούδαν τὸν καλούμενον Ἰσκαριώτην ὄντα ἐκ τοῦ ἀριθμοῦ τῶν δώδεκα

3Then Satan entered Judas Iscariot, who was one of the Twelve.

4καὶ ἀπελθὼν συνελάλησεν τοῖς ἀρχιερεῦσιν καὶ στρατηγοῖς τὸ πῶς αὐτοῖς παραδῷ αὐτόν

4And Judas went to discuss with the chief priests and temple officers how he might betray Jesus to them.

5καὶ ἐχάρησαν καὶ συνέθεντο αὐτῷ ἀργύριον δοῦναι

5They were delighted and agreed to give him money.

6καὶ ἐξωμολόγησεν καὶ ἐζήτει εὐκαιρίαν τοῦ παραδοῦναι αὐτὸν ἄτερ ὄχλου αὐτοῖς

6Judas consented, and began to look for an opportunity to betray Jesus to them in the absence of a crowd.

Preparing the Passover

7Ἦλθεν δὲ ἡ ἡμέρα τῶν ἀζύμων ἐν ᾗ ἔδει θύεσθαι τὸ πάσχα

7Then came the day of Unleavened Bread on which the Passover lamb was to be sacrificed.

8καὶ ἀπέστειλεν Πέτρον καὶ Ἰωάννην εἰπών Πορευθέντες ἑτοιμάσατε ἡμῖν τὸ πάσχα ἵνα φάγωμεν

8Jesus sent Peter and John, saying, “Go and make preparations for us to eat the Passover.”

9Οἱ δὲ εἶπαν αὐτῷ Ποῦ θέλεις ἑτοιμάσωμεν

9“Where do You want us to prepare it?” they asked.

10Ὁ δὲ εἶπεν αὐτοῖς Ἰδοὺ εἰσελθόντων ὑμῶν εἰς τὴν πόλιν συναντήσει ὑμῖν ἄνθρωπος κεράμιον ὕδατος βαστάζων ἀκολουθήσατε αὐτῷ εἰς τὴν οἰκίαν εἰς ἣν εἰσπορεύεται

10He answered, “When you enter the city, a man carrying a jug of water will meet you. Follow him to the house he enters,

11καὶ ἐρεῖτε τῷ οἰκοδεσπότῃ τῆς οἰκίας Λέγει σοι ὁ Διδάσκαλος Ποῦ ἐστιν τὸ κατάλυμα ὅπου τὸ πάσχα μετὰ τῶν μαθητῶν μου φάγω

11and say to the owner of that house, ‘The Teacher asks: Where is the guest room, where I may eat the Passover with My disciples?’

12κἀκεῖνος ὑμῖν δείξει ἀνάγαιον μέγα ἐστρωμένον ἐκεῖ ἑτοιμάσατε

12And he will show you a large upper room, already furnished. Make preparations there.”

13Ἀπελθόντες δὲ εὗρον καθὼς εἰρήκει αὐτοῖς καὶ ἡτοίμασαν τὸ πάσχα

13So they went and found it just as Jesus had told them. And they prepared the Passover.

The Last Supper

14Καὶ ὅτε ἐγένετο ἡ ὥρα ἀνέπεσεν καὶ οἱ ἀπόστολοι σὺν αὐτῷ

14When the hour had come, Jesus reclined at the table with His apostles.

15καὶ εἶπεν πρὸς αὐτούς Ἐπιθυμίᾳ ἐπεθύμησα τοῦτο τὸ πάσχα φαγεῖν μεθ’ ὑμῶν πρὸ τοῦ με παθεῖν

15And He said to them, “I have eagerly desired to eat this Passover with you before My suffering.

16λέγω γὰρ ὑμῖν ὅτι οὐκέτι οὐ μὴ φάγω αὐτὸ ἕως ὅτου πληρωθῇ ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ

16For I tell you that I will not eat it again until it is fulfilled in the kingdom of God.”

17Καὶ δεξάμενος ποτήριον εὐχαριστήσας εἶπεν Λάβετε τοῦτο καὶ διαμερίσατε εἰς ἑαυτούς

17After taking the cup, He gave thanks and said, “Take this and divide it among yourselves.

18λέγω γὰρ ὑμῖν ὅτι οὐ μὴ πίω ἀπὸ τοῦ νῦν ἀπὸ τοῦ γενήματος τῆς ἀμπέλου ἕως οὗ ἡ βασιλεία τοῦ Θεοῦ ἔλθῃ

18For I tell you that I will not drink of the fruit of the vine from now on until the kingdom of God comes.”

19Καὶ λαβὼν ἄρτον εὐχαριστήσας ἔκλασεν καὶ ἔδωκεν αὐτοῖς λέγων Τοῦτό ἐστιν τὸ σῶμά μου τὸ ὑπὲρ ὑμῶν διδόμενον τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν

19And He took the bread, gave thanks and broke it, and gave it to them, saying, “This is My body, given for you; do this in remembrance of Me.”

20καὶ τὸ ποτήριον ὡσαύτως μετὰ τὸ δειπνῆσαι λέγων Τοῦτο τὸ ποτήριον ἡ καινὴ διαθήκη ἐν τῷ αἵματί μου τὸ ὑπὲρ ὑμῶν ἐκχυννόμενον

20In the same way, after supper He took the cup, saying, “This cup is the new covenant in My blood, which is poured out for you.

21Πλὴν ἰδοὺ ἡ χεὶρ τοῦ παραδιδόντος με μετ’ ἐμοῦ ἐπὶ τῆς τραπέζης

21Look! The hand of My betrayer is with Mine on the table.

22ὅτι ὁ Υἱὸς μὲν τοῦ ἀνθρώπου κατὰ τὸ ὡρισμένον πορεύεται πλὴν οὐαὶ τῷ ἀνθρώπῳ ἐκείνῳ δι’ οὗ παραδίδοται

22Indeed, the Son of Man will go as it has been determined, but woe to that man who betrays Him.”

23Καὶ αὐτοὶ ἤρξαντο συζητεῖν πρὸς ἑαυτοὺς τὸ τίς ἄρα εἴη ἐξ αὐτῶν ὁ τοῦτο μέλλων πράσσειν

23Then they began to question among themselves which of them was going to do this.

Who Is the Greatest?

24Ἐγένετο δὲ καὶ φιλονεικία ἐν αὐτοῖς τὸ τίς αὐτῶν δοκεῖ εἶναι μείζων

24A dispute also arose among the disciples as to which of them should be considered the greatest.

25ὁ δὲ εἶπεν αὐτοῖς Οἱ βασιλεῖς τῶν ἐθνῶν κυριεύουσιν αὐτῶν καὶ οἱ ἐξουσιάζοντες αὐτῶν εὐεργέται καλοῦνται

25So Jesus declared, “The kings of the Gentiles lord it over them, and those in authority over them call themselves benefactors.

26ὑμεῖς δὲ οὐχ οὕτως ἀλλ’ ὁ μείζων ἐν ὑμῖν γινέσθω ὡς ὁ νεώτερος καὶ ὁ ἡγούμενος ὡς ὁ διακονῶν

26But you shall not be like them. Instead, the greatest among you should be like the youngest, and the one who leads like the one who serves.

27τίς γὰρ μείζων ὁ ἀνακείμενος ἢ ὁ διακονῶν οὐχὶ ὁ ἀνακείμενος ἐγὼ δὲ ἐν μέσῳ ὑμῶν εἰμι ὡς ὁ διακονῶν

27For who is greater, the one who reclines at the table or the one who serves? Is it not the one who reclines? But I am among you as one who serves.

28Ὑμεῖς δέ ἐστε οἱ διαμεμενηκότες μετ’ ἐμοῦ ἐν τοῖς πειρασμοῖς μου

28You are the ones who have stood by Me in My trials.

29κἀγὼ διατίθεμαι ὑμῖν καθὼς διέθετό μοι ὁ Πατήρ μου βασιλείαν

29And I bestow on you a kingdom, just as My Father has bestowed one on Me,

30ἵνα ἔσθητε καὶ πίνητε ἐπὶ τῆς τραπέζης μου ἐν τῇ βασιλείᾳ μου καὶ καθήσεσθε ἐπὶ θρόνων τὰς δώδεκα φυλὰς κρίνοντες τοῦ Ἰσραήλ

30so that you may eat and drink at My table in My kingdom and sit on thrones, judging the twelve tribes of Israel.

Jesus Predicts Peter’s Denial

31Σίμων Σίμων ἰδοὺ ὁ Σατανᾶς ἐξῃτήσατο ὑμᾶς τοῦ σινιάσαι ὡς τὸν σῖτον

31Simon, Simon, Satan has asked to sift all of you like wheat.

32ἐγὼ δὲ ἐδεήθην περὶ σοῦ ἵνα μὴ ἐκλίπῃ ἡ πίστις σου καὶ σύ ποτε ἐπιστρέψας στήρισον τοὺς ἀδελφούς σου

32But I have prayed for you, Simon, that your faith will not fail. And when you have turned back, strengthen your brothers.”

33Ὁ δὲ εἶπεν αὐτῷ Κύριε μετὰ σοῦ ἕτοιμός εἰμι καὶ εἰς φυλακὴν καὶ εἰς θάνατον πορεύεσθαι

33“Lord,” said Peter, “I am ready to go with You even to prison and to death.”

34Ὁ δὲ εἶπεν Λέγω σοι Πέτρε οὐ φωνήσει σήμερον ἀλέκτωρ ἕως τρίς με ἀπαρνήσῃ μὴ εἰδέναι

34But Jesus replied, “I tell you, Peter, the rooster will not crow today until you have denied three times that you know Me.”

35Καὶ εἶπεν αὐτοῖς Ὅτε ἀπέστειλα ὑμᾶς ἄτερ βαλλαντίου καὶ πήρας καὶ ὑποδημάτων μή τινος ὑστερήσατε Οἱ δὲ εἶπαν Οὐθενός

35Then Jesus asked them, “When I sent you out without purse or bag or sandals, did you lack anything?”

“Nothing,” they answered.

36Εἶπεν δὲ αὐτοῖς Ἀλλὰ νῦν ὁ ἔχων βαλλάντιον ἀράτω ὁμοίως καὶ πήραν καὶ ὁ μὴ ἔχων πωλησάτω τὸ ἱμάτιον αὐτοῦ καὶ ἀγορασάτω μάχαιραν

36“Now, however,” He told them, “the one with a purse should take it, and likewise a bag; and the one without a sword should sell his cloak and buy one.

37λέγω γὰρ ὑμῖν ὅτι τοῦτο τὸ γεγραμμένον δεῖ τελεσθῆναι ἐν ἐμοί Τό Καὶ μετὰ ἀνόμων ἐλογίσθη καὶ γὰρ τὸ περὶ ἐμοῦ τέλος ἔχει

37For I tell you that this Scripture must be fulfilled in Me: ‘And He was numbered with the transgressors.’ For what is written about Me is reaching its fulfillment.”

38Οἱ δὲ εἶπαν Κύριε ἰδοὺ μάχαιραι ὧδε δύο Ὁ δὲ εἶπεν αὐτοῖς Ἱκανόν ἐστιν

38So they said, “Look, Lord, here are two swords.”

“That is enough,” He answered.

Jesus Prays on the Mount of Olives

39Καὶ ἐξελθὼν ἐπορεύθη κατὰ τὸ ἔθος εἰς τὸ ὄρος τῶν Ἐλαιῶν ἠκολούθησαν δὲ αὐτῷ καὶ οἱ μαθηταί

39Jesus went out as usual to the Mount of Olives, and the disciples followed Him.

40γενόμενος δὲ ἐπὶ τοῦ τόπου εἶπεν αὐτοῖς Προσεύχεσθε μὴ εἰσελθεῖν εἰς πειρασμόν

40When He came to the place, He told them, “Pray that you will not enter into temptation.”

41Καὶ αὐτὸς ἀπεσπάσθη ἀπ’ αὐτῶν ὡσεὶ λίθου βολήν καὶ θεὶς τὰ γόνατα προσηύχετο

41And He withdrew about a stone’s throw beyond them, where He knelt down and prayed,

42λέγων Πάτερ εἰ βούλει παρένεγκε τοῦτο τὸ ποτήριον ἀπ’ ἐμοῦ πλὴν μὴ τὸ θέλημά μου ἀλλὰ τὸ σὸν γινέσθω

42“Father, if You are willing, take this cup from Me. Yet not My will, but Yours be done.”

43Ὤφθη δὲ αὐτῷ ἄγγελος ἀπ’ οὐρανοῦ ἐνισχύων αὐτόν

43Then an angel from heaven appeared to Him and strengthened Him.

44καὶ γενόμενος ἐν ἀγωνίᾳ ἐκτενέστερον προσηύχετο καὶ ἐγένετο ὁ ἱδρὼς αὐτοῦ ὡσεὶ θρόμβοι αἵματος καταβαίνοντες ἐπὶ τὴν γῆν

44And in His anguish, He prayed more earnestly, and His sweat became like drops of blood falling to the ground.

45Καὶ ἀναστὰς ἀπὸ τῆς προσευχῆς ἐλθὼν πρὸς τοὺς μαθητὰς εὗρεν κοιμωμένους αὐτοὺς ἀπὸ τῆς λύπης

45When Jesus rose from prayer and returned to the disciples, He found them asleep, exhausted from sorrow.

46καὶ εἶπεν αὐτοῖς Τί καθεύδετε ἀναστάντες προσεύχεσθε ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν

46“Why are you sleeping?” He asked. “Get up and pray so that you will not enter into temptation.”

The Betrayal of Jesus

47Ἔτι αὐτοῦ λαλοῦντος ἰδοὺ ὄχλος καὶ ὁ λεγόμενος Ἰούδας εἷς τῶν δώδεκα προήρχετο αὐτούς καὶ ἤγγισεν τῷ Ἰησοῦ φιλῆσαι αὐτόν

47While He was still speaking, a crowd arrived, led by the man called Judas, one of the Twelve. He approached Jesus to kiss Him.

48Ἰησοῦς δὲ εἶπεν αὐτῷ Ἰούδα φιλήματι τὸν Υἱὸν τοῦ ἀνθρώπου παραδίδως

48But Jesus asked him, “Judas, are you betraying the Son of Man with a kiss?”

49Ἰδόντες δὲ οἱ περὶ αὐτὸν τὸ ἐσόμενον εἶπαν Κύριε εἰ πατάξομεν ἐν μαχαίρῃ

49Those around Jesus saw what was about to happen and said, “Lord, should we strike with our swords?”

50καὶ ἐπάταξεν εἷς τις ἐξ αὐτῶν τοῦ ἀρχιερέως τὸν δοῦλον καὶ ἀφεῖλεν τὸ οὖς αὐτοῦ τὸ δεξιόν

50And one of them struck the servant of the high priest, cutting off his right ear.

51Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν Ἐᾶτε ἕως τούτου καὶ ἁψάμενος τοῦ ὠτίου ἰάσατο αὐτόν

51But Jesus answered, “No more of this!” And He touched the man’s ear and healed him.

52Εἶπεν δὲ Ἰησοῦς πρὸς τοὺς παραγενομένους ἐπ’ αὐτὸν ἀρχιερεῖς καὶ στρατηγοὺς τοῦ ἱεροῦ καὶ πρεσβυτέρους Ὡς ἐπὶ λῃστὴν ἐξήλθατε μετὰ μαχαιρῶν καὶ ξύλων

52Then Jesus said to the chief priests, temple officers, and elders who had come for Him, “Have you come out with swords and clubs as you would against an outlaw?

53καθ’ ἡμέραν ὄντος μου μεθ’ ὑμῶν ἐν τῷ ἱερῷ οὐκ ἐξετείνατε τὰς χεῖρας ἐπ’ ἐμέ ἀλλ’ αὕτη ἐστὶν ὑμῶν ἡ ὥρα καὶ ἡ ἐξουσία τοῦ σκότους

53Every day I was with you in the temple courts, and you did not lay a hand on Me. But this hour belongs to you and to the power of darkness.”

Peter Denies Jesus

54Συλλαβόντες δὲ αὐτὸν ἤγαγον καὶ εἰσήγαγον εἰς τὴν οἰκίαν τοῦ ἀρχιερέως ὁ δὲ Πέτρος ἠκολούθει μακρόθεν

54Then they seized Jesus, led Him away, and took Him into the house of the high priest. And Peter followed at a distance.

55Περιαψάντων δὲ πῦρ ἐν μέσῳ τῆς αὐλῆς καὶ συνκαθισάντων ἐκάθητο ὁ Πέτρος μέσος αὐτῶν

55When those present had kindled a fire in the middle of the courtyard and sat down together, Peter sat down among them.

56ἰδοῦσα δὲ αὐτὸν παιδίσκη τις καθήμενον πρὸς τὸ φῶς καὶ ἀτενίσασα αὐτῷ εἶπεν Καὶ οὗτος σὺν αὐτῷ ἦν

56A servant girl saw him seated in the firelight and looked intently at him. “This man also was with Him,” she said.

57Ὁ δὲ ἠρνήσατο λέγων Οὐκ οἶδα αὐτόν γύναι

57But Peter denied it. “Woman, I do not know Him,” he said.

58Καὶ μετὰ βραχὺ ἕτερος ἰδὼν αὐτὸν ἔφη Καὶ σὺ ἐξ αὐτῶν εἶ Ὁ δὲ Πέτρος ἔφη Ἄνθρωπε οὐκ εἰμί

58A short time later, someone else saw him and said, “You also are one of them.”

But Peter said, “Man, I am not.”

59Καὶ διαστάσης ὡσεὶ ὥρας μιᾶς ἄλλος τις διϊσχυρίζετο λέγων Ἐπ’ ἀληθείας καὶ οὗτος μετ’ αὐτοῦ ἦν καὶ γὰρ Γαλιλαῖός ἐστιν

59About an hour later, another man insisted, “Certainly this man was with Him, for he too is a Galilean.”

60Εἶπεν δὲ ὁ Πέτρος Ἄνθρωπε οὐκ οἶδα ὃ λέγεις καὶ παραχρῆμα ἔτι λαλοῦντος αὐτοῦ ἐφώνησεν ἀλέκτωρ

60“Man, I do not know what you are talking about,” Peter replied.

And immediately, while he was still speaking, the rooster crowed.

61καὶ στραφεὶς ὁ Κύριος ἐνέβλεψεν τῷ Πέτρῳ καὶ ὑπεμνήσθη ὁ Πέτρος τοῦ λόγου τοῦ Κυρίου ὡς εἶπεν αὐτῷ ὅτι Πρὶν ἀλέκτορα φωνῆσαι σήμερον ἀπαρνήσῃ με τρίς

61And the Lord turned and looked at Peter.

Then Peter remembered the word that the Lord had spoken to him: “Before the rooster crows today, you will deny Me three times.”

62καὶ ἐξελθὼν ἔξω ἔκλαυσεν πικρῶς

62And he went outside and wept bitterly.

The Soldiers Mock Jesus

63Καὶ οἱ ἄνδρες οἱ συνέχοντες αὐτὸν ἐνέπαιζον αὐτῷ δέροντες

63The men who were holding Jesus began to mock Him and beat Him.

64καὶ περικαλύψαντες αὐτὸν ἐπηρώτων λέγοντες Προφήτευσον τίς ἐστιν ὁ παίσας σε

64They blindfolded Him and kept demanding, “Prophesy! Who hit You?”

65καὶ ἕτερα πολλὰ βλασφημοῦντες ἔλεγον εἰς αὐτόν

65And they said many other blasphemous things against Him.

Jesus before the Sanhedrin

66Καὶ ὡς ἐγένετο ἡμέρα συνήχθη τὸ πρεσβυτέριον τοῦ λαοῦ ἀρχιερεῖς τε καὶ γραμματεῖς καὶ ἀπήγαγον αὐτὸν εἰς τὸ συνέδριον αὐτῶν λέγοντες

66At daybreak the council of the elders of the people, both the chief priests and scribes, met together. They led Jesus into their Sanhedrin and said,

67Εἰ σὺ εἶ ὁ Χριστός εἰπὸν ἡμῖν Εἶπεν δὲ αὐτοῖς Ἐὰν ὑμῖν εἴπω οὐ μὴ πιστεύσητε

67“If You are the Christ, tell us.”

Jesus answered, “If I tell you, you will not believe.

68ἐὰν δὲ ἐρωτήσω οὐ μὴ ἀποκριθῆτε

68And if I ask you a question, you will not answer.

69ἀπὸ τοῦ νῦν δὲ ἔσται ὁ Υἱὸς τοῦ ἀνθρώπου καθήμενος ἐκ δεξιῶν τῆς δυνάμεως τοῦ Θεοῦ

69But from now on the Son of Man will be seated at the right hand of the power of God.”

70Εἶπαν δὲ πάντες Σὺ οὖν εἶ ὁ Υἱὸς τοῦ Θεοῦ Ὁ δὲ πρὸς αὐτοὺς ἔφη Ὑμεῖς λέγετε ὅτι ἐγώ εἰμι

70So they all asked, “Are You then the Son of God?”

He replied, “You say that I am.”

71Οἱ δὲ εἶπαν Τί ἔτι ἔχομεν μαρτυρίας χρείαν αὐτοὶ γὰρ ἠκούσαμεν ἀπὸ τοῦ στόματος αὐτοῦ

71“Why do we need any more testimony?” they declared. “We have heard it for ourselves from His own lips.”