Matthew 13

Learning to read Greek? Start with the alphabet.

The Parable of the Sower

1Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐξελθὼν ὁ Ἰησοῦς τῆς οἰκίας ἐκάθητο παρὰ τὴν θάλασσαν

1That same day Jesus went out of the house and sat by the sea.

2καὶ συνήχθησαν πρὸς αὐτὸν ὄχλοι πολλοί ὥστε αὐτὸν εἰς πλοῖον ἐμβάντα καθῆσθαι καὶ πᾶς ὁ ὄχλος ἐπὶ τὸν αἰγιαλὸν εἱστήκει

2Such large crowds gathered around Him that He got into a boat and sat down, while all the people stood on the shore.

3Καὶ ἐλάλησεν αὐτοῖς πολλὰ ἐν παραβολαῖς λέγων Ἰδοὺ ἐξῆλθεν ὁ σπείρων τοῦ σπείρειν

3And He told them many things in parables, saying, “A farmer went out to sow his seed.

4καὶ ἐν τῷ σπείρειν αὐτὸν ἃ μὲν ἔπεσεν παρὰ τὴν ὁδόν καὶ ἐλθόντα τὰ πετεινὰ κατέφαγεν αὐτά

4And as he was sowing, some seed fell along the path, and the birds came and devoured it.

5Ἄλλα δὲ ἔπεσεν ἐπὶ τὰ πετρώδη ὅπου οὐκ εἶχεν γῆν πολλήν καὶ εὐθέως ἐξανέτειλεν διὰ τὸ μὴ ἔχειν βάθος γῆς

5Some fell on rocky ground, where it did not have much soil. It sprang up quickly because the soil was shallow.

6ἡλίου δὲ ἀνατείλαντος ἐκαυματίσθη καὶ διὰ τὸ μὴ ἔχειν ῥίζαν ἐξηράνθη

6But when the sun rose, the seedlings were scorched, and they withered because they had no root.

7Ἄλλα δὲ ἔπεσεν ἐπὶ τὰς ἀκάνθας καὶ ἀνέβησαν αἱ ἄκανθαι καὶ ἔπνιξαν αὐτά

7Other seed fell among thorns, which grew up and choked the seedlings.

8Ἄλλα δὲ ἔπεσεν ἐπὶ τὴν γῆν τὴν καλὴν καὶ ἐδίδου καρπόν ὃ μὲν ἑκατὸν ὃ δὲ ἑξήκοντα ὃ δὲ τριάκοντα

8Still other seed fell on good soil and produced a crop—a hundredfold, sixtyfold, or thirtyfold.

9Ὁ ἔχων ὦτα ἀκουέτω

9He who has ears, let him hear.”

The Purpose of Jesus’ Parables

10Καὶ προσελθόντες οἱ μαθηταὶ εἶπαν αὐτῷ Διὰ τί ἐν παραβολαῖς λαλεῖς αὐτοῖς

10Then the disciples came to Jesus and asked, “Why do You speak to the people in parables?”

11Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς Ὅτι Ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τῶν οὐρανῶν ἐκείνοις δὲ οὐ δέδοται

11He replied, “The knowledge of the mysteries of the kingdom of heaven has been given to you, but not to them.

12ὅστις γὰρ ἔχει δοθήσεται αὐτῷ καὶ περισσευθήσεται ὅστις δὲ οὐκ ἔχει καὶ ὃ ἔχει ἀρθήσεται ἀπ’ αὐτοῦ

12Whoever has will be given more, and he will have an abundance. Whoever does not have, even what he has will be taken away from him.

13διὰ τοῦτο ἐν παραβολαῖς αὐτοῖς λαλῶ Ὅτι βλέποντες οὐ βλέπουσιν Καὶ ἀκούοντες οὐκ ἀκούουσιν οὐδὲ συνίουσιν

13This is why I speak to them in parables:

‘Though seeing, they do not see;

though hearing, they do not hear or understand.’

14Καὶ ἀναπληροῦται αὐτοῖς ἡ προφητεία Ἠσαΐου ἡ λέγουσα Ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε Καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε

14In them the prophecy of Isaiah is fulfilled:

‘You will be ever hearing but never understanding;

you will be ever seeing but never perceiving.

15Ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου Καὶ τοῖς ὠσὶν βαρέως ἤκουσαν Καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν Μή‿ ποτε ἴδωσιν τοῖς ὀφθαλμοῖς Καὶ τοῖς ὠσὶν ἀκούσωσιν Καὶ τῇ καρδίᾳ συνῶσιν Καὶ ἐπιστρέψωσιν Καὶ ἰάσομαι αὐτούς

15For this people’s heart has grown callous;

they hardly hear with their ears,

and they have closed their eyes.

Otherwise they might see with their eyes,

hear with their ears,

understand with their hearts,

and turn, and I would heal them.’

16Ὑμῶν δὲ μακάριοι οἱ ὀφθαλμοὶ ὅτι βλέπουσιν καὶ τὰ ὦτα ὑμῶν ὅτι ἀκούουσιν

16But blessed are your eyes because they see, and your ears because they hear.

17ἀμὴν γὰρ λέγω ὑμῖν ὅτι πολλοὶ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν ἃ βλέπετε καὶ οὐκ εἶδαν καὶ ἀκοῦσαι ἃ ἀκούετε καὶ οὐκ ἤκουσαν

17For truly I tell you, many prophets and righteous men longed to see what you see but did not see it, and to hear what you hear but did not hear it.

The Parable of the Sower Explained

18Ὑμεῖς οὖν ἀκούσατε τὴν παραβολὴν τοῦ σπείραντος

18Consider, then, the parable of the sower:

19Παντὸς ἀκούοντος τὸν λόγον τῆς βασιλείας καὶ μὴ συνιέντος ἔρχεται ὁ πονηρὸς καὶ ἁρπάζει τὸ ἐσπαρμένον ἐν τῇ καρδίᾳ αὐτοῦ οὗτός ἐστιν ὁ παρὰ τὴν ὁδὸν σπαρείς

19When anyone hears the message of the kingdom but does not understand it, the evil one comes and snatches away what was sown in his heart. This is the seed sown along the path.

20Ὁ δὲ ἐπὶ τὰ πετρώδη σπαρείς οὗτός ἐστιν ὁ τὸν λόγον ἀκούων καὶ εὐθὺς μετὰ χαρᾶς λαμβάνων αὐτόν

20The seed sown on rocky ground is the one who hears the word and at once receives it with joy.

21οὐκ ἔχει δὲ ῥίζαν ἐν ἑαυτῷ ἀλλὰ πρόσκαιρός ἐστιν γενομένης δὲ θλίψεως ἢ διωγμοῦ διὰ τὸν λόγον εὐθὺς σκανδαλίζεται

21But since he has no root, he remains for only a season. When trouble or persecution comes because of the word, he quickly falls away.

22Ὁ δὲ εἰς τὰς ἀκάνθας σπαρείς οὗτός ἐστιν ὁ τὸν λόγον ἀκούων καὶ ἡ μέριμνα τοῦ αἰῶνος τούτου καὶ ἡ ἀπάτη τοῦ πλούτου συμπνίγει τὸν λόγον καὶ ἄκαρπος γίνεται

22The seed sown among the thorns is the one who hears the word, but the worries of this life and the deceitfulness of wealth choke the word, and it becomes unfruitful.

23Ὁ δὲ ἐπὶ τὴν καλὴν γῆν σπαρείς οὗτός ἐστιν ὁ τὸν λόγον ἀκούων καὶ συνιείς ὃς δὴ καρποφορεῖ καὶ ποιεῖ ὃ μὲν ἑκατὸν ὃ δὲ ἑξήκοντα ὃ δὲ τριάκοντα

23But the seed sown on good soil is the one who hears the word and understands it. He indeed bears fruit and produces a crop—a hundredfold, sixtyfold, or thirtyfold.”

The Parable of the Weeds

24Ἄλλην παραβολὴν παρέθηκεν αὐτοῖς λέγων Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ σπείραντι καλὸν σπέρμα ἐν τῷ ἀγρῷ αὐτοῦ

24Jesus put before them another parable: “The kingdom of heaven is like a man who sowed good seed in his field.

25ἐν δὲ τῷ καθεύδειν τοὺς ἀνθρώπους ἦλθεν αὐτοῦ ὁ ἐχθρὸς καὶ ἐπέσπειρεν ζιζάνια ἀνὰ μέσον τοῦ σίτου καὶ ἀπῆλθεν

25But while everyone was asleep, his enemy came and sowed weeds among the wheat, and slipped away.

26ὅτε δὲ ἐβλάστησεν ὁ χόρτος καὶ καρπὸν ἐποίησεν τότε ἐφάνη καὶ τὰ ζιζάνια

26When the wheat sprouted and bore grain, then the weeds also appeared.

27Προσελθόντες δὲ οἱ δοῦλοι τοῦ οἰκοδεσπότου εἶπον αὐτῷ Κύριε οὐχὶ καλὸν σπέρμα ἔσπειρας ἐν τῷ σῷ ἀγρῷ πόθεν οὖν ἔχει ζιζάνια

27The owner’s servants came to him and said, ‘Sir, didn’t you sow good seed in your field? Where then did the weeds come from?’

28Ὁ δὲ ἔφη αὐτοῖς Ἐχθρὸς ἄνθρωπος τοῦτο ἐποίησεν Οἱ δὲ δοῦλοι αὐτῷ λέγουσιν Θέλεις οὖν ἀπελθόντες συλλέξωμεν αὐτά

28‘An enemy did this,’ he replied.

So the servants asked him, ‘Do you want us to go and pull them up?’

29Ὁ δέ φησιν Οὔ μή‿ ποτε συλλέγοντες τὰ ζιζάνια ἐκριζώσητε ἅμα αὐτοῖς τὸν σῖτον

29‘No,’ he said, ‘if you pull the weeds now, you might uproot the wheat with them.

30ἄφετε συναυξάνεσθαι ἀμφότερα ἕως τοῦ θερισμοῦ καὶ ἐν καιρῷ τοῦ θερισμοῦ ἐρῶ τοῖς θερισταῖς Συλλέξατε πρῶτον τὰ ζιζάνια καὶ δήσατε αὐτὰ εἰς δέσμας πρὸς τὸ κατακαῦσαι αὐτά τὸν δὲ σῖτον συναγάγετε εἰς τὴν ἀποθήκην μου

30Let both grow together until the harvest. At that time I will tell the harvesters: First collect the weeds and tie them in bundles to be burned; then gather the wheat into my barn.’”

The Parable of the Mustard Seed

31Ἄλλην παραβολὴν παρέθηκεν αὐτοῖς λέγων Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν κόκκῳ σινάπεως ὃν λαβὼν ἄνθρωπος ἔσπειρεν ἐν τῷ ἀγρῷ αὐτοῦ

31He put before them another parable: “The kingdom of heaven is like a mustard seed that a man took and planted in his field.

32ὃ μικρότερον μέν ἐστιν πάντων τῶν σπερμάτων ὅταν δὲ αὐξηθῇ μεῖζον τῶν λαχάνων ἐστὶν καὶ γίνεται δένδρον ὥστε ἐλθεῖν τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ κατασκηνοῦν ἐν τοῖς κλάδοις αὐτοῦ

32Although it is the smallest of all seeds, yet it grows into the largest of garden plants and becomes a tree, so that the birds of the air come and nest in its branches.”

The Parable of the Leaven

33Ἄλλην παραβολὴν ἐλάλησεν αὐτοῖς Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ζύμῃ ἣν λαβοῦσα γυνὴ ἐνέκρυψεν εἰς ἀλεύρου σάτα τρία ἕως οὗ ἐζυμώθη ὅλον

33He told them still another parable: “The kingdom of heaven is like leaven that a woman took and mixed into three measures of flour, until all of it was leavened.”

I Will Open My Mouth in Parables

34Ταῦτα πάντα ἐλάλησεν ὁ Ἰησοῦς ἐν παραβολαῖς τοῖς ὄχλοις καὶ χωρὶς παραβολῆς οὐδὲν ἐλάλει αὐτοῖς

34Jesus spoke all these things to the crowds in parables. He did not tell them anything without using a parable.

35ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφήτου λέγοντος Ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα μου ἐρεύξομαι κεκρυμμένα ἀπὸ καταβολῆς κόσμου

35So was fulfilled what was spoken through the prophet:

“I will open My mouth in parables;

I will utter things hidden since the foundation of the world.”

The Parable of the Weeds Explained

36Τότε ἀφεὶς τοὺς ὄχλους ἦλθεν εἰς τὴν οἰκίαν Καὶ προσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ λέγοντες Διασάφησον ἡμῖν τὴν παραβολὴν τῶν ζιζανίων τοῦ ἀγροῦ

36Then Jesus dismissed the crowds and went into the house. His disciples came to Him and said, “Explain to us the parable of the weeds in the field.”

37Ὁ δὲ ἀποκριθεὶς εἶπεν Ὁ σπείρων τὸ καλὸν σπέρμα ἐστὶν ὁ Υἱὸς τοῦ ἀνθρώπου

37He replied, “The One who sows the good seed is the Son of Man.

38ὁ δὲ ἀγρός ἐστιν ὁ κόσμος τὸ δὲ καλὸν σπέρμα οὗτοί εἰσιν οἱ υἱοὶ τῆς βασιλείας τὰ δὲ ζιζάνιά εἰσιν οἱ υἱοὶ τοῦ πονηροῦ

38The field is the world, and the good seed represents the sons of the kingdom. The weeds are the sons of the evil one,

39ὁ δὲ ἐχθρὸς ὁ σπείρας αὐτά ἐστιν ὁ διάβολος ὁ δὲ θερισμὸς συντέλεια αἰῶνός ἐστιν οἱ δὲ θερισταὶ ἄγγελοί εἰσιν

39and the enemy who sows them is the devil. The harvest is the end of the age, and the harvesters are angels.

40Ὥσπερ οὖν συλλέγεται τὰ ζιζάνια καὶ πυρὶ κατακαίεται οὕτως ἔσται ἐν τῇ συντελείᾳ τοῦ αἰῶνος

40As the weeds are collected and burned in the fire, so will it be at the end of the age.

41ἀποστελεῖ ὁ Υἱὸς τοῦ ἀνθρώπου τοὺς ἀγγέλους αὐτοῦ καὶ συλλέξουσιν ἐκ τῆς βασιλείας αὐτοῦ πάντα τὰ σκάνδαλα καὶ τοὺς ποιοῦντας τὴν ἀνομίαν

41The Son of Man will send out His angels, and they will weed out of His kingdom every cause of sin and all who practice lawlessness.

42καὶ βαλοῦσιν αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρός ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων

42And they will throw them into the fiery furnace, where there will be weeping and gnashing of teeth.

43τότε οἱ δίκαιοι ἐκλάμψουσιν ὡς ὁ ἥλιος ἐν τῇ βασιλείᾳ τοῦ Πατρὸς αὐτῶν Ὁ ἔχων ὦτα ἀκουέτω

43Then the righteous will shine like the sun in the kingdom of their Father.

He who has ears, let him hear.

The Parables of the Treasure and the Pearl

44Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν θησαυρῷ κεκρυμμένῳ ἐν τῷ ἀγρῷ ὃν εὑρὼν ἄνθρωπος ἔκρυψεν καὶ ἀπὸ τῆς χαρᾶς αὐτοῦ ὑπάγει καὶ πωλεῖ πάντα ὅσα ἔχει καὶ ἀγοράζει τὸν ἀγρὸν ἐκεῖνον

44The kingdom of heaven is like treasure hidden in a field. When a man found it, he hid it again, and in his joy he went and sold all he had and bought that field.

45Πάλιν ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ ἐμπόρῳ ζητοῦντι καλοὺς μαργαρίτας

45Again, the kingdom of heaven is like a merchant in search of fine pearls.

46εὑρὼν δὲ ἕνα πολύτιμον μαργαρίτην ἀπελθὼν πέπρακεν πάντα ὅσα εἶχεν καὶ ἠγόρασεν αὐτόν

46When he found one very precious pearl, he went away and sold all he had and bought it.

The Parable of the Net

47Πάλιν ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν σαγήνῃ βληθείσῃ εἰς τὴν θάλασσαν καὶ ἐκ παντὸς γένους συναγαγούσῃ

47Once again, the kingdom of heaven is like a net that was cast into the sea and caught all kinds of fish.

48ἣν ὅτε ἐπληρώθη ἀναβιβάσαντες ἐπὶ τὸν αἰγιαλὸν καὶ καθίσαντες συνέλεξαν τὰ καλὰ εἰς ἄγγη τὰ δὲ σαπρὰ ἔξω ἔβαλον

48When it was full, the men pulled it ashore. Then they sat down and sorted the good fish into containers, but threw the bad away.

49Οὕτως ἔσται ἐν τῇ συντελείᾳ τοῦ αἰῶνος ἐξελεύσονται οἱ ἄγγελοι καὶ ἀφοριοῦσιν τοὺς πονηροὺς ἐκ μέσου τῶν δικαίων

49So will it be at the end of the age: The angels will come and separate the wicked from the righteous

50καὶ βαλοῦσιν αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρός ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων

50and throw them into the fiery furnace, where there will be weeping and gnashing of teeth.

51Συνήκατε ταῦτα πάντα Λέγουσιν αὐτῷ Ναί

51Have you understood all these things?”

“Yes,” they answered.

52Ὁ δὲ εἶπεν αὐτοῖς Διὰ τοῦτο πᾶς γραμματεὺς μαθητευθεὶς τῇ βασιλείᾳ τῶν οὐρανῶν ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδεσπότῃ ὅστις ἐκβάλλει ἐκ τοῦ θησαυροῦ αὐτοῦ καινὰ καὶ παλαιά

52Then He told them, “For this reason, every scribe who has been discipled in the kingdom of heaven is like a homeowner who brings out of his storeroom new treasures as well as old.”

The Rejection at Nazareth

53Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τὰς παραβολὰς ταύτας μετῆρεν ἐκεῖθεν

53When Jesus had finished these parables, He withdrew from that place.

54καὶ ἐλθὼν εἰς τὴν πατρίδα αὐτοῦ ἐδίδασκεν αὐτοὺς ἐν τῇ συναγωγῇ αὐτῶν ὥστε ἐκπλήσσεσθαι αὐτοὺς καὶ λέγειν Πόθεν τούτῳ ἡ σοφία αὕτη καὶ αἱ δυνάμεις

54Coming to His hometown, He taught the people in their synagogue, and they were astonished. “Where did this man get such wisdom and miraculous powers?” they asked.

55οὐχ οὗτός ἐστιν ὁ τοῦ τέκτονος υἱός οὐχ ἡ μήτηρ αὐτοῦ λέγεται Μαριὰμ καὶ οἱ ἀδελφοὶ αὐτοῦ Ἰάκωβος καὶ Ἰωσὴφ καὶ Σίμων καὶ Ἰούδας

55“Isn’t this the carpenter’s son? Isn’t His mother’s name Mary, and aren’t His brothers James, Joseph, Simon, and Judas?

56καὶ αἱ ἀδελφαὶ αὐτοῦ οὐχὶ πᾶσαι πρὸς ἡμᾶς εἰσιν πόθεν οὖν τούτῳ ταῦτα πάντα

56Aren’t all His sisters with us as well? Where then did this man get all these things?”

57καὶ ἐσκανδαλίζοντο ἐν αὐτῷ Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς Οὐκ ἔστιν προφήτης ἄτιμος εἰ μὴ ἐν τῇ πατρίδι καὶ ἐν τῇ οἰκίᾳ αὐτοῦ

57And they took offense at Him.

But Jesus said to them, “Only in his hometown and in his own household is a prophet without honor.”

58καὶ οὐκ ἐποίησεν ἐκεῖ δυνάμεις πολλὰς διὰ τὴν ἀπιστίαν αὐτῶν

58And He did not do many miracles there, because of their unbelief.