Matthew 22

Learning to read Greek? Start with the alphabet.

The Parable of the Banquet

1Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς πάλιν εἶπεν ἐν παραβολαῖς αὐτοῖς λέγων

1Once again, Jesus spoke to them in parables:

2Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ ὅστις ἐποίησεν γάμους τῷ υἱῷ αὐτοῦ

2“The kingdom of heaven is like a king who prepared a wedding banquet for his son.

3καὶ ἀπέστειλεν τοὺς δούλους αὐτοῦ καλέσαι τοὺς κεκλημένους εἰς τοὺς γάμους καὶ οὐκ ἤθελον ἐλθεῖν

3He sent his servants to call those he had invited to the banquet, but they refused to come.

4Πάλιν ἀπέστειλεν ἄλλους δούλους λέγων Εἴπατε τοῖς κεκλημένοις Ἰδοὺ τὸ ἄριστόν μου ἡτοίμακα οἱ ταῦροί μου καὶ τὰ σιτιστὰ τεθυμένα καὶ πάντα ἕτοιμα δεῦτε εἰς τοὺς γάμους

4Again, he sent other servants and said, ‘Tell those who have been invited that I have prepared my dinner. My oxen and fattened cattle have been killed, and everything is ready. Come to the wedding banquet.’

5Οἱ δὲ ἀμελήσαντες ἀπῆλθον ὃς μὲν εἰς τὸν ἴδιον ἀγρόν ὃς δὲ ἐπὶ τὴν ἐμπορίαν αὐτοῦ

5But they paid no attention and went away, one to his field, another to his business.

6οἱ δὲ λοιποὶ κρατήσαντες τοὺς δούλους αὐτοῦ ὕβρισαν καὶ ἀπέκτειναν

6The rest seized his servants, mistreated them, and killed them.

7Ὁ δὲ βασιλεὺς ὠργίσθη καὶ πέμψας τὰ στρατεύματα αὐτοῦ ἀπώλεσεν τοὺς φονεῖς ἐκείνους καὶ τὴν πόλιν αὐτῶν ἐνέπρησεν

7The king was enraged, and he sent his troops to destroy those murderers and burn their city.

8τότε λέγει τοῖς δούλοις αὐτοῦ Ὁ μὲν γάμος ἕτοιμός ἐστιν οἱ δὲ κεκλημένοι οὐκ ἦσαν ἄξιοι

8Then he said to his servants, ‘The wedding banquet is ready, but those I invited were not worthy.

9πορεύεσθε οὖν ἐπὶ τὰς διεξόδους τῶν ὁδῶν καὶ ὅσους ἐὰν εὕρητε καλέσατε εἰς τοὺς γάμους

9Go therefore to the crossroads and invite to the banquet as many as you can find.’

10Καὶ ἐξελθόντες οἱ δοῦλοι ἐκεῖνοι εἰς τὰς ὁδοὺς συνήγαγον πάντας οὓς εὗρον πονηρούς τε καὶ ἀγαθούς καὶ ἐπλήσθη ὁ γάμος ἀνακειμένων

10So the servants went out into the streets and gathered everyone they could find, both evil and good, and the wedding hall was filled with guests.

11Εἰσελθὼν δὲ ὁ βασιλεὺς θεάσασθαι τοὺς ἀνακειμένους εἶδεν ἐκεῖ ἄνθρωπον οὐκ ἐνδεδυμένον ἔνδυμα γάμου

11But when the king came in to see the guests, he spotted a man who was not dressed in wedding clothes.

12καὶ λέγει αὐτῷ Ἑταῖρε πῶς εἰσῆλθες ὧδε μὴ ἔχων ἔνδυμα γάμου Ὁ δὲ ἐφιμώθη

12‘Friend,’ he asked, ‘how did you get in here without wedding clothes?’

But the man was speechless.

13Τότε ὁ βασιλεὺς εἶπεν τοῖς διακόνοις Δήσαντες αὐτοῦ πόδας καὶ χεῖρας ἐκβάλετε αὐτὸν εἰς τὸ σκότος τὸ ἐξώτερον ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων

13Then the king told the servants, ‘Tie him hand and foot, and throw him into the outer darkness, where there will be weeping and gnashing of teeth.’

14Πολλοὶ γάρ εἰσιν κλητοὶ ὀλίγοι δὲ ἐκλεκτοί

14For many are called, but few are chosen.”

Paying Taxes to Caesar

15Τότε πορευθέντες οἱ Φαρισαῖοι συμβούλιον ἔλαβον ὅπως αὐτὸν παγιδεύσωσιν ἐν λόγῳ

15Then the Pharisees went out and conspired to trap Jesus in His words.

16καὶ ἀποστέλλουσιν αὐτῷ τοὺς μαθητὰς αὐτῶν μετὰ τῶν Ἡρῳδιανῶν λέγοντες Διδάσκαλε οἴδαμεν ὅτι ἀληθὴς εἶ καὶ τὴν ὁδὸν τοῦ Θεοῦ ἐν ἀληθείᾳ διδάσκεις καὶ οὐ μέλει σοι περὶ οὐδενός οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπων

16They sent their disciples to Him along with the Herodians. “Teacher,” they said, “we know that You are honest and that You teach the way of God in accordance with the truth. You seek favor from no one, because You pay no attention to external appearance.

17εἰπὸν οὖν ἡμῖν τί σοι δοκεῖ ἔξεστιν δοῦναι κῆνσον Καίσαρι ἢ οὔ

17So tell us what You think: Is it lawful to pay taxes to Caesar or not?”

18Γνοὺς δὲ ὁ Ἰησοῦς τὴν πονηρίαν αὐτῶν εἶπεν Τί με πειράζετε ὑποκριταί

18But Jesus knew their evil intent and said, “You hypocrites, why are you testing Me?

19ἐπιδείξατέ μοι τὸ νόμισμα τοῦ κήνσου Οἱ δὲ προσήνεγκαν αὐτῷ δηνάριον

19Show Me the coin used for the tax.”

And they brought Him a denarius.

20Καὶ λέγει αὐτοῖς Τίνος ἡ εἰκὼν αὕτη καὶ ἡ ἐπιγραφή

20“Whose image is this,” He asked, “and whose inscription?”

21Λέγουσιν αὐτῷ Καίσαρος Τότε λέγει αὐτοῖς Ἀπόδοτε οὖν τὰ Καίσαρος Καίσαρι καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ

21“Caesar’s,” they answered.

So Jesus told them, “Give to Caesar what is Caesar’s, and to God what is God’s.”

22Καὶ ἀκούσαντες ἐθαύμασαν καὶ ἀφέντες αὐτὸν ἀπῆλθαν

22And when they heard this, they were amazed. So they left Him and went away.

The Sadducees and the Resurrection

23Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ προσῆλθον αὐτῷ Σαδδουκαῖοι λέγοντες μὴ εἶναι ἀνάστασιν καὶ ἐπηρώτησαν αὐτὸν

23That same day the Sadducees, who say there is no resurrection, came to Jesus and questioned Him.

24λέγοντες Διδάσκαλε Μωϋσῆς εἶπεν Ἐάν τις ἀποθάνῃ μὴ ἔχων τέκνα ἐπιγαμβρεύσει ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα αὐτοῦ καὶ ἀναστήσει σπέρμα τῷ ἀδελφῷ αὐτοῦ

24“Teacher,” they said, “Moses declared that if a man dies without having children, his brother is to marry the widow and raise up offspring for him.

25ἦσαν δὲ παρ’ ἡμῖν ἑπτὰ ἀδελφοί καὶ ὁ πρῶτος γήμας ἐτελεύτησεν καὶ μὴ ἔχων σπέρμα ἀφῆκεν τὴν γυναῖκα αὐτοῦ τῷ ἀδελφῷ αὐτοῦ

25Now there were seven brothers among us. The first one married and died without having children. So he left his wife to his brother.

26ὁμοίως καὶ ὁ δεύτερος καὶ ὁ τρίτος ἕως τῶν ἑπτά

26The same thing happened to the second and third brothers, down to the seventh.

27ὕστερον δὲ πάντων ἀπέθανεν ἡ γυνή

27And last of all, the woman died.

28ἐν τῇ ἀναστάσει οὖν τίνος τῶν ἑπτὰ ἔσται γυνή πάντες γὰρ ἔσχον αὐτήν

28In the resurrection, then, whose wife will she be of the seven? For all of them were married to her.”

29Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς Πλανᾶσθε μὴ εἰδότες τὰς γραφὰς μηδὲ τὴν δύναμιν τοῦ Θεοῦ

29Jesus answered, “You are mistaken because you do not know the Scriptures or the power of God.

30ἐν γὰρ τῇ ἀναστάσει οὔτε γαμοῦσιν οὔτε γαμίζονται ἀλλ’ ὡς ἄγγελοι ἐν τῷ οὐρανῷ εἰσιν

30In the resurrection, people will neither marry nor be given in marriage. Instead, they will be like the angels in heaven.

31περὶ δὲ τῆς ἀναστάσεως τῶν νεκρῶν οὐκ ἀνέγνωτε τὸ ῥηθὲν ὑμῖν ὑπὸ τοῦ Θεοῦ λέγοντος

31But concerning the resurrection of the dead, have you not read what God said to you:

32Ἐγώ εἰμι ὁ Θεὸς Ἀβραὰμ καὶ ὁ Θεὸς Ἰσαὰκ καὶ ὁ Θεὸς Ἰακώβ οὐκ ἔστιν ὁ Θεὸς νεκρῶν ἀλλὰ ζώντων

32‘I am the God of Abraham, the God of Isaac, and the God of Jacob’? He is not the God of the dead, but of the living.”

33Καὶ ἀκούσαντες οἱ ὄχλοι ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ

33When the crowds heard this, they were astonished at His teaching.

The Greatest Commandment

34Οἱ δὲ Φαρισαῖοι ἀκούσαντες ὅτι ἐφίμωσεν τοὺς Σαδδουκαίους συνήχθησαν ἐπὶ τὸ αὐτό

34And when the Pharisees heard that Jesus had silenced the Sadducees, they themselves gathered together.

35καὶ ἐπηρώτησεν εἷς ἐξ αὐτῶν νομικὸς πειράζων αὐτόν

35One of them, an expert in the law, tested Him with a question:

36Διδάσκαλε ποία ἐντολὴ μεγάλη ἐν τῷ νόμῳ

36“Teacher, which commandment is the greatest in the Law?”

37Ὁ δὲ ἔφη αὐτῷ Ἀγαπήσεις κύριον τὸν Θεόν σου ἐν ὅλῃ τῇ καρδίᾳ σου καὶ ἐν ὅλῃ τῇ ψυχῇ σου καὶ ἐν ὅλῃ τῇ διανοίᾳ σου

37Jesus declared, “‘Love the Lord your God with all your heart and with all your soul and with all your mind.’

38αὕτη ἐστὶν ἡ μεγάλη καὶ πρώτη ἐντολή

38This is the first and greatest commandment.

39δευτέρα δὲ ὁμοία αὐτῇ Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν

39And the second is like it: ‘Love your neighbor as yourself.’

40ἐν ταύταις ταῖς δυσὶν ἐντολαῖς ὅλος ὁ νόμος κρέμαται καὶ οἱ προφῆται

40All the Law and the Prophets hang on these two commandments.”

Whose Son Is the Christ?

41Συνηγμένων δὲ τῶν Φαρισαίων ἐπηρώτησεν αὐτοὺς ὁ Ἰησοῦς

41While the Pharisees were assembled, Jesus questioned them:

42λέγων Τί ὑμῖν δοκεῖ περὶ τοῦ Χριστοῦ τίνος υἱός ἐστιν Λέγουσιν αὐτῷ Τοῦ Δαυίδ

42“What do you think about the Christ? Whose son is He?”

“David’s,” they answered.

43Λέγει αὐτοῖς Πῶς οὖν Δαυὶδ ἐν Πνεύματι καλεῖ αὐτὸν Κύριον λέγων

43Jesus said to them, “How then does David in the Spirit call Him ‘Lord’? For he says:

44Εἶπεν Κύριος τῷ Κυρίῳ μου Κάθου ἐκ δεξιῶν μου Ἕως ἂν θῶ τοὺς ἐχθρούς σου Ὑποκάτω τῶν ποδῶν σου

44‘The Lord said to my Lord,

“Sit at My right hand

until I put Your enemies

under Your feet.”’

45Εἰ οὖν Δαυὶδ καλεῖ αὐτὸν Κύριον πῶς υἱὸς αὐτοῦ ἐστιν

45So if David calls Him ‘Lord,’ how can He be David’s son?”

46Καὶ οὐδεὶς ἐδύνατο ἀποκριθῆναι αὐτῷ λόγον οὐδὲ ἐτόλμησέν τις ἀπ’ ἐκείνης τῆς ἡμέρας ἐπερωτῆσαι αὐτὸν οὐκέτι

46No one was able to answer a word, and from that day on no one dared to question Him any further.