Matthew 25

Learning to read Greek? Start with the alphabet.

The Parable of the Ten Virgins

1Τότε ὁμοιωθήσεται ἡ βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις αἵτινες λαβοῦσαι τὰς λαμπάδας ἑαυτῶν ἐξῆλθον εἰς ὑπάντησιν τοῦ νυμφίου2πέντε δὲ ἐξ αὐτῶν ἦσαν μωραὶ καὶ πέντε φρόνιμοι3αἱ γὰρ μωραὶ λαβοῦσαι τὰς λαμπάδας αὐτῶν οὐκ ἔλαβον μεθ’ ἑαυτῶν ἔλαιον4αἱ δὲ φρόνιμοι ἔλαβον ἔλαιον ἐν τοῖς ἀγγείοις μετὰ τῶν λαμπάδων ἑαυτῶν5χρονίζοντος δὲ τοῦ νυμφίου ἐνύσταξαν πᾶσαι καὶ ἐκάθευδον

6Μέσης δὲ νυκτὸς κραυγὴ γέγονεν Ἰδοὺ ὁ νυμφίος ἐξέρχεσθε εἰς ἀπάντησιν αὐτοῦ

7Τότε ἠγέρθησαν πᾶσαι αἱ παρθένοι ἐκεῖναι καὶ ἐκόσμησαν τὰς λαμπάδας ἑαυτῶν8αἱ δὲ μωραὶ ταῖς φρονίμοις εἶπαν Δότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν ὅτι αἱ λαμπάδες ἡμῶν σβέννυνται

9Ἀπεκρίθησαν δὲ αἱ φρόνιμοι λέγουσαι Μή¦Ποτε οὐ μὴ ἀρκέσῃ ἡμῖν καὶ ὑμῖν πορεύεσθε μᾶλλον πρὸς τοὺς πωλοῦντας καὶ ἀγοράσατε ἑαυταῖς

10Ἀπερχομένων δὲ αὐτῶν ἀγοράσαι ἦλθεν ὁ νυμφίος καὶ αἱ ἕτοιμοι εἰσῆλθον μετ’ αὐτοῦ εἰς τοὺς γάμους καὶ ἐκλείσθη ἡ θύρα

11Ὕστερον δὲ ἔρχονται καὶ αἱ λοιπαὶ παρθένοι λέγουσαι Κύριε κύριε ἄνοιξον ἡμῖν

12Ὁ δὲ ἀποκριθεὶς εἶπεν Ἀμὴν λέγω ὑμῖν οὐκ οἶδα ὑμᾶς

13Γρηγορεῖτε οὖν ὅτι οὐκ οἴδατε τὴν ἡμέραν οὐδὲ τὴν ὥραν

The Parable of the Talents

14Ὥσπερ γὰρ ἄνθρωπος ἀποδημῶν ἐκάλεσεν τοὺς ἰδίους δούλους καὶ παρέδωκεν αὐτοῖς τὰ ὑπάρχοντα αὐτοῦ15καὶ ᾧ μὲν ἔδωκεν πέντε τάλαντα ᾧ δὲ δύο ᾧ δὲ ἕν ἑκάστῳ κατὰ τὴν ἰδίαν δύναμιν καὶ ἀπεδήμησεν16Εὐθέως Πορευθεὶς ὁ τὰ πέντε τάλαντα λαβὼν ἠργάσατο ἐν αὐτοῖς καὶ ἐκέρδησεν ἄλλα πέντε17ὡσαύτως ὁ τὰ δύο ἐκέρδησεν ἄλλα δύο18ὁ δὲ τὸ ἓν λαβὼν ἀπελθὼν ὤρυξεν γῆν καὶ ἔκρυψεν τὸ ἀργύριον τοῦ κυρίου αὐτοῦ

19Μετὰ δὲ πολὺν χρόνον ἔρχεται ὁ κύριος τῶν δούλων ἐκείνων καὶ συναίρει λόγον μετ’ αὐτῶν20καὶ προσελθὼν ὁ τὰ πέντε τάλαντα λαβὼν προσήνεγκεν ἄλλα πέντε τάλαντα λέγων Κύριε πέντε τάλαντά μοι παρέδωκας ἴδε ἄλλα πέντε τάλαντα ἐκέρδησα

21Ἔφη αὐτῷ ὁ κύριος αὐτοῦ Εὖ δοῦλε ἀγαθὲ καὶ πιστέ ἐπὶ ὀλίγα ἦς πιστός ἐπὶ πολλῶν σε καταστήσω εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου

22Προσελθὼν δὲ καὶ ὁ τὰ δύο τάλαντα εἶπεν Κύριε δύο τάλαντά μοι παρέδωκας ἴδε ἄλλα δύο τάλαντα ἐκέρδησα

23Ἔφη αὐτῷ ὁ κύριος αὐτοῦ Εὖ δοῦλε ἀγαθὲ καὶ πιστέ ἐπὶ ὀλίγα ἦς πιστός ἐπὶ πολλῶν σε καταστήσω εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου

24Προσελθὼν δὲ καὶ ὁ τὸ ἓν τάλαντον εἰληφὼς εἶπεν Κύριε ἔγνων σε ὅτι σκληρὸς εἶ ἄνθρωπος θερίζων ὅπου οὐκ ἔσπειρας καὶ συνάγων ὅθεν οὐ διεσκόρπισας25καὶ φοβηθεὶς ἀπελθὼν ἔκρυψα τὸ τάλαντόν σου ἐν τῇ γῇ ἴδε ἔχεις τὸ σόν

26Ἀποκριθεὶς δὲ ὁ κύριος αὐτοῦ εἶπεν αὐτῷ Πονηρὲ δοῦλε καὶ ὀκνηρέ ᾔδεις ὅτι θερίζω ὅπου οὐκ ἔσπειρα καὶ συνάγω ὅθεν οὐ διεσκόρπισα27ἔδει σε οὖν βαλεῖν τὰ ἀργύριά μου τοῖς τραπεζίταις καὶ ἐλθὼν ἐγὼ ἐκομισάμην ἂν τὸ ἐμὸν σὺν τόκῳ

28Ἄρατε οὖν ἀπ’ αὐτοῦ τὸ τάλαντον καὶ δότε τῷ ἔχοντι τὰ δέκα τάλαντα29τῷ γὰρ ἔχοντι παντὶ δοθήσεται καὶ περισσευθήσεται τοῦ δὲ μὴ ἔχοντος καὶ ὃ ἔχει ἀρθήσεται ἀπ’ αὐτοῦ30καὶ τὸν ἀχρεῖον δοῦλον ἐκβάλετε εἰς τὸ σκότος τὸ ἐξώτερον ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων

The Sheep and the Goats

31Ὅταν δὲ ἔλθῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ καὶ πάντες οἱ ἄγγελοι μετ’ αὐτοῦ τότε καθίσει ἐπὶ θρόνου δόξης αὐτοῦ32καὶ συναχθήσονται ἔμπροσθεν αὐτοῦ πάντα τὰ ἔθνη καὶ ἀφορίσει αὐτοὺς ἀπ’ ἀλλήλων ὥσπερ ὁ ποιμὴν ἀφορίζει τὰ πρόβατα ἀπὸ τῶν ἐρίφων33καὶ στήσει τὰ μὲν πρόβατα ἐκ δεξιῶν αὐτοῦ τὰ δὲ ἐρίφια ἐξ εὐωνύμων

34Τότε ἐρεῖ ὁ Βασιλεὺς τοῖς ἐκ δεξιῶν αὐτοῦ Δεῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μου κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου35ἐπείνασα γὰρ καὶ ἐδώκατέ μοι φαγεῖν ἐδίψησα καὶ ἐποτίσατέ με ξένος ἤμην καὶ συνηγάγετέ με36γυμνὸς καὶ περιεβάλετέ με ἠσθένησα καὶ ἐπεσκέψασθέ με ἐν φυλακῇ ἤμην καὶ ἤλθατε πρός με

37Τότε ἀποκριθήσονται αὐτῷ οἱ δίκαιοι λέγοντες Κύριε πότε σε εἴδομεν πεινῶντα καὶ ἐθρέψαμεν ἢ διψῶντα καὶ ἐποτίσαμεν38πότε δέ σε εἴδομεν ξένον καὶ συνηγάγομεν ἢ γυμνὸν καὶ περιεβάλομεν39πότε δέ σε εἴδομεν ἀσθενοῦντα ἢ ἐν φυλακῇ καὶ ἤλθομεν πρός σε

40Καὶ ἀποκριθεὶς ὁ Βασιλεὺς ἐρεῖ αὐτοῖς Ἀμὴν λέγω ὑμῖν ἐφ’ ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων ἐμοὶ ἐποιήσατε

41Τότε ἐρεῖ καὶ τοῖς ἐξ εὐωνύμων Πορεύεσθε ἀπ’ ἐμοῦ οἱ κατηραμένοι εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ42ἐπείνασα γὰρ καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν καὶ ἐδίψησα καὶ οὐκ ἐποτίσατέ με43ξένος ἤμην καὶ οὐ συνηγάγετέ με γυμνὸς καὶ οὐ περιεβάλετέ με ἀσθενὴς καὶ ἐν φυλακῇ καὶ οὐκ ἐπεσκέψασθέ με

44Τότε ἀποκριθήσονται καὶ αὐτοὶ λέγοντες Κύριε πότε σε εἴδομεν πεινῶντα ἢ διψῶντα ἢ ξένον ἢ γυμνὸν ἢ ἀσθενῆ ἢ ἐν φυλακῇ καὶ οὐ διηκονήσαμέν σοι

45Τότε ἀποκριθήσεται αὐτοῖς λέγων Ἀμὴν λέγω ὑμῖν ἐφ’ ὅσον οὐκ ἐποιήσατε ἑνὶ τούτων τῶν ἐλαχίστων οὐδὲ ἐμοὶ ἐποιήσατε

46Καὶ ἀπελεύσονται οὗτοι εἰς κόλασιν αἰώνιον οἱ δὲ δίκαιοι εἰς ζωὴν αἰώνιον