Revelation 18
Learning to read Greek? Start with the alphabet.
Babylon Is Fallen
2καὶ ἔκραξεν ἐν ἰσχυρᾷ φωνῇ λέγων Ἔπεσεν ἔπεσεν Βαβυλὼν ἡ μεγάλη καὶ ἐγένετο κατοικητήριον δαιμονίων καὶ φυλακὴ παντὸς πνεύματος ἀκαθάρτου καὶ φυλακὴ παντὸς ὀρνέου ἀκαθάρτου καὶ φυλακὴ παντὸς θηρίου ἀκαθάρτου καὶ μεμισημένου
2And he cried out in a mighty voice:
“Fallen, fallen is Babylon the great!a
She has become a lair for demons
and a haunt for every unclean spirit,
every unclean bird,
and every detestable beast.b
3ὅτι ἐκ τοῦ οἴνου τοῦ θυμοῦ τῆς πορνείας αὐτῆς πέπωκαν πάντα τὰ ἔθνη καὶ οἱ βασιλεῖς τῆς γῆς μετ’ αὐτῆς ἐπόρνευσαν καὶ οἱ ἔμποροι τῆς γῆς ἐκ τῆς δυνάμεως τοῦ στρήνους αὐτῆς ἐπλούτησαν
3All the nations have drunka the wine
of the passion of her immorality.
The kings of the earth were immoral with her,
and the merchants of the earth have grown wealthy
from the extravagance of her luxury.”
7ὅσα ἐδόξασεν αὑτὴν καὶ ἐστρηνίασεν τοσοῦτον δότε αὐτῇ βασανισμὸν καὶ πένθος ὅτι ἐν τῇ καρδίᾳ αὐτῆς λέγει ὅτι Κάθημαι βασίλισσα καὶ χήρα οὐκ εἰμί καὶ πένθος οὐ μὴ ἴδω
7As much as she has glorified herself and lived in luxury,
give her the same measure of torment and grief.
In her heart she says, ‘I sit as queen;
I am not a widow and will never see grief.’
Lament over Babylon
9Καὶ κλαύσουσιν καὶ κόψονται ἐπ’ αὐτὴν οἱ βασιλεῖς τῆς γῆς οἱ μετ’ αὐτῆς πορνεύσαντες καὶ στρηνιάσαντες ὅταν βλέπωσιν τὸν καπνὸν τῆς πυρώσεως αὐτῆς
9Then the kings of the earth who committed sexual immorality and lived in luxury with her will weep and wail at the sight of the smoke rising from the fire that consumes her.a
10ἀπὸ μακρόθεν ἑστηκότες διὰ τὸν φόβον τοῦ βασανισμοῦ αὐτῆς λέγοντες Οὐαὶ οὐαί ἡ πόλις ἡ μεγάλη Βαβυλὼν ἡ πόλις ἡ ἰσχυρά ὅτι μιᾷ ὥρᾳ ἦλθεν ἡ κρίσις σου
10In fear of her torment, they will stand at a distance and cry out:
“Woe, woe to the great city,
the mighty city of Babylon!
For in a single hour
your judgment has come.”
12γόμον χρυσοῦ καὶ ἀργύρου καὶ λίθου τιμίου καὶ μαργαριτῶν καὶ βυσσίνου καὶ πορφύρας καὶ σιρικοῦ καὶ κοκκίνου καὶ πᾶν ξύλον θύϊνον καὶ πᾶν σκεῦος ἐλεφάντινον καὶ πᾶν σκεῦος ἐκ ξύλου τιμιωτάτου καὶ χαλκοῦ καὶ σιδήρου καὶ μαρμάρου
12cargo of gold, silver, precious stones, and pearls; of fine linen, purple, silk, and scarlet; of all kinds of citron wood and every article of ivory, precious wood, bronze, iron, and marble;
13καὶ κιννάμωμον καὶ ἄμωμον καὶ θυμιάματα καὶ μύρον καὶ λίβανον καὶ οἶνον καὶ ἔλαιον καὶ σεμίδαλιν καὶ σῖτον καὶ κτήνη καὶ πρόβατα καὶ ἵππων καὶ ῥεδῶν καὶ σωμάτων καὶ ψυχὰς ἀνθρώπων
13of cinnamon, spice, incense, myrrh, and frankincense; of wine, olive oil, fine flour, and wheat; of cattle, sheep, horses, and carriages; of bodies and souls of slaves.
17ὅτι μιᾷ ὥρᾳ ἠρημώθη ὁ τοσοῦτος πλοῦτος Καὶ πᾶς κυβερνήτης καὶ πᾶς ὁ ἐπὶ τόπον πλέων καὶ ναῦται καὶ ὅσοι τὴν θάλασσαν ἐργάζονται ἀπὸ μακρόθεν ἔστησαν
17For in a single hour
such fabulous wealth has been destroyed!”
Every shipmaster, passenger, and sailor, and all who make their living from the sea, will stand at a distance
19Καὶ ἔβαλον χοῦν ἐπὶ τὰς κεφαλὰς αὐτῶν καὶ ἔκραζον κλαίοντες καὶ πενθοῦντες λέγοντες Οὐαὶ οὐαί ἡ πόλις ἡ μεγάλη ἐν ᾗ ἐπλούτησαν πάντες οἱ ἔχοντες τὰ πλοῖα ἐν τῇ θαλάσσῃ ἐκ τῆς τιμιότητος αὐτῆς ὅτι μιᾷ ὥρᾳ ἠρημώθη
19Then they will throw dust on their heads as they weep and mourn and cry out:
“Woe, woe to the great city,
where all who had ships on the sea
were enriched by her wealth!
For in a single hour
she has been destroyed.”
The Doom of Babylon
21Καὶ ἦρεν εἷς ἄγγελος ἰσχυρὸς λίθον ὡς μύλινον μέγαν καὶ ἔβαλεν εἰς τὴν θάλασσαν λέγων Οὕτως ὁρμήματι βληθήσεται Βαβυλὼν ἡ μεγάλη πόλις καὶ οὐ μὴ εὑρεθῇ ἔτι
21Then a mighty angel picked up a stone the size of a great millstone and cast it into the sea, saying:
“With such violence
the great city of Babylon will be cast down,
never to be seen again.
22καὶ φωνὴ κιθαρῳδῶν καὶ μουσικῶν καὶ αὐλητῶν καὶ σαλπιστῶν οὐ μὴ ἀκουσθῇ ἐν σοὶ ἔτι καὶ πᾶς τεχνίτης πάσης τέχνης οὐ μὴ εὑρεθῇ ἐν σοὶ ἔτι καὶ φωνὴ μύλου οὐ μὴ ἀκουσθῇ ἐν σοὶ ἔτι
22And the sound of harpists and musicians,
of flute players and trumpeters,
will never ring out in you again.
Nor will any craftsmen of any trade
be found in you again,
nor the sound of a millstone
be heard in you again.
23καὶ φῶς λύχνου οὐ μὴ φάνῃ ἐν σοὶ ἔτι καὶ φωνὴ νυμφίου καὶ νύμφης οὐ μὴ ἀκουσθῇ ἐν σοὶ ἔτι ὅτι οἱ ἔμποροί σου ἦσαν οἱ μεγιστᾶνες τῆς γῆς ὅτι ἐν τῇ φαρμακείᾳ σου ἐπλανήθησαν πάντα τὰ ἔθνη
23The light of a lamp
will never shine in you again,
and the voices of a bride and bridegroom
will never call out in you again.
For your merchants were the great ones of the earth,
because all the nations were deceived by your sorcery.”