Romans 10

Learning to read Greek? Start with the alphabet.

The Word Brings Salvation

1Ἀδελφοί ἡ μὲν εὐδοκία τῆς ἐμῆς καρδίας καὶ ἡ δέησις πρὸς τὸν Θεὸν ὑπὲρ αὐτῶν εἰς σωτηρίαν2μαρτυρῶ γὰρ αὐτοῖς ὅτι ζῆλον Θεοῦ ἔχουσιν ἀλλ’ οὐ κατ’ ἐπίγνωσιν3ἀγνοοῦντες γὰρ τὴν τοῦ Θεοῦ δικαιοσύνην καὶ τὴν ἰδίαν δικαιοσύνην ζητοῦντες στῆσαι τῇ δικαιοσύνῃ τοῦ Θεοῦ οὐχ ὑπετάγησαν4τέλος γὰρ νόμου Χριστὸς εἰς δικαιοσύνην παντὶ τῷ πιστεύοντι

5Μωϋσῆς γὰρ γράφει ὅτι τὴν δικαιοσύνην τὴν ἐκ τοῦ νόμου ὅτι Ὁ ποιήσας αὐτὰ ἄνθρωπος ζήσεται ἐν αὐτῇ6ἡ δὲ ἐκ πίστεως δικαιοσύνη οὕτως λέγει Μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου Τίς ἀναβήσεται εἰς τὸν οὐρανόν τοῦτ’ ἔστιν Χριστὸν καταγαγεῖν7ἤ Τίς καταβήσεται εἰς τὴν ἄβυσσον τοῦτ’ ἔστιν Χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν

8Ἀλλὰ τί λέγει Ἐγγύς σου τὸ ῥῆμά ἐστιν ἐν τῷ στόματί σου καὶ ἐν τῇ καρδίᾳ σου τοῦτ’ ἔστιν τὸ ῥῆμα τῆς πίστεως ὃ κηρύσσομεν9ὅτι ἐὰν ὁμολογήσῃς ἐν τῷ στόματί σου Κύριον Ἰησοῦν καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου ὅτι ὁ Θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν σωθήσῃ10καρδίᾳ γὰρ πιστεύεται εἰς δικαιοσύνην στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν

11Λέγει γὰρ ἡ γραφή Πᾶς ὁ πιστεύων ἐπ’ αὐτῷ οὐ καταισχυνθήσεται12οὐ γάρ ἐστιν διαστολὴ Ἰουδαίου τε καὶ Ἕλληνος ὁ γὰρ αὐτὸς Κύριος πάντων πλουτῶν εἰς πάντας τοὺς ἐπικαλουμένους αὐτόν13Πᾶς γὰρ ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου σωθήσεται

14Πῶς οὖν ἐπικαλέσωνται εἰς ὃν οὐκ ἐπίστευσαν πῶς δὲ πιστεύσωσιν οὗ οὐκ ἤκουσαν πῶς δὲ ἀκούσωσιν χωρὶς κηρύσσοντος15πῶς δὲ κηρύξωσιν ἐὰν μὴ ἀποσταλῶσιν καθὼς γέγραπται Ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων τὰ ἀγαθά

16Ἀλλ’ οὐ πάντες ὑπήκουσαν τῷ εὐαγγελίῳ Ἠσαΐας γὰρ λέγει Κύριε τίς ἐπίστευσεν τῇ ἀκοῇ ἡμῶν17ἄρα ἡ πίστις ἐξ ἀκοῆς ἡ δὲ ἀκοὴ διὰ ῥήματος Χριστοῦ

18Ἀλλὰ λέγω μὴ οὐκ ἤκουσαν μενοῦνγε Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν

19Ἀλλὰ λέγω μὴ Ἰσραὴλ οὐκ ἔγνω πρῶτος Μωϋσῆς λέγει Ἐγὼ παραζηλώσω ὑμᾶς ἐπ’ οὐκ ἔθνει ἐπ’ ἔθνει ἀσυνέτῳ παροργιῶ ὑμᾶς

20Ἠσαΐας δὲ ἀποτολμᾷ καὶ λέγει Εὑρέθην ἐν τοῖς ἐμὲ μὴ ζητοῦσιν ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ἐπερωτῶσιν

21Πρὸς δὲ τὸν Ἰσραὴλ λέγει Ὅλην τὴν ἡμέραν ἐξεπέτασα τὰς χεῖράς μου πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα