Titus 3

Learning to read Greek? Start with the alphabet.

Heirs of Grace

1Ὑπομίμνῃσκε αὐτοὺς ἀρχαῖς ἐξουσίαις ὑποτάσσεσθαι πειθαρχεῖν πρὸς πᾶν ἔργον ἀγαθὸν ἑτοίμους εἶναι2μηδένα βλασφημεῖν ἀμάχους εἶναι ἐπιεικεῖς πᾶσαν ἐνδεικνυμένους πραΰτητα πρὸς πάντας ἀνθρώπους

3Ἦμεν γάρ ποτε καὶ ἡμεῖς ἀνόητοι ἀπειθεῖς πλανώμενοι δουλεύοντες ἐπιθυμίαις καὶ ἡδοναῖς ποικίλαις ἐν κακίᾳ καὶ φθόνῳ διάγοντες στυγητοί μισοῦντες ἀλλήλους

4Ὅτε δὲ ἡ χρηστότης καὶ ἡ φιλανθρωπία ἐπεφάνη τοῦ Σωτῆρος ἡμῶν Θεοῦ5οὐκ ἐξ ἔργων τῶν ἐν δικαιοσύνῃ ἃ ἐποιήσαμεν ἡμεῖς ἀλλὰ κατὰ τὸ αὐτοῦ ἔλεος ἔσωσεν ἡμᾶς διὰ λουτροῦ παλινγενεσίας καὶ ἀνακαινώσεως Πνεύματος Ἁγίου6οὗ ἐξέχεεν ἐφ’ ἡμᾶς πλουσίως διὰ Ἰησοῦ Χριστοῦ τοῦ Σωτῆρος ἡμῶν7ἵνα δικαιωθέντες τῇ ἐκείνου χάριτι κληρονόμοι γενηθῶμεν κατ’ ἐλπίδα ζωῆς αἰωνίου8Πιστὸς ὁ λόγος καὶ περὶ τούτων βούλομαί σε διαβεβαιοῦσθαι ἵνα φροντίζωσιν καλῶν ἔργων προΐστασθαι οἱ πεπιστευκότες Θεῷ ταῦτά ἐστιν καλὰ καὶ ὠφέλιμα τοῖς ἀνθρώποις

Avoid Divisions

9Μωρὰς δὲ ζητήσεις καὶ γενεαλογίας καὶ ἔρεις καὶ μάχας νομικὰς περιΐστασο εἰσὶν γὰρ ἀνωφελεῖς καὶ μάταιοι

10αἱρετικὸν ἄνθρωπον μετὰ μίαν καὶ δευτέραν νουθεσίαν παραιτοῦ11εἰδὼς ὅτι ἐξέστραπται ὁ τοιοῦτος καὶ ἁμαρτάνει ὢν αὐτοκατάκριτος

Final Remarks and Greetings

12Ὅταν πέμψω Ἀρτεμᾶν πρὸς σὲ ἢ Τυχικόν σπούδασον ἐλθεῖν πρός με εἰς Νικόπολιν ἐκεῖ γὰρ κέκρικα παραχειμάσαι13Ζηνᾶν τὸν νομικὸν καὶ Ἀπολλῶν σπουδαίως πρόπεμψον ἵνα μηδὲν αὐτοῖς λείπῃ14μανθανέτωσαν δὲ καὶ οἱ ἡμέτεροι καλῶν ἔργων προΐστασθαι εἰς τὰς ἀναγκαίας χρείας ἵνα μὴ ὦσιν ἄκαρποι

15Ἀσπάζονταί σε οἱ μετ’ ἐμοῦ πάντες Ἄσπασαι τοὺς φιλοῦντας ἡμᾶς ἐν πίστει Ἡ χάρις μετὰ πάντων ὑμῶν