1 Corinthians 9

Learning to read Greek? Start with the alphabet.

The Rights of an Apostle

1Οὐκ εἰμὶ ἐλεύθερος οὐκ εἰμὶ ἀπόστολος οὐχὶ Ἰησοῦν τὸν Κύριον ἡμῶν ἑόρακα οὐ τὸ ἔργον μου ὑμεῖς ἐστε ἐν Κυρίῳ2εἰ ἄλλοις οὐκ εἰμὶ ἀπόστολος ἀλλά γε ὑμῖν εἰμι ἡ γὰρ σφραγίς μου τῆς ἀποστολῆς ὑμεῖς ἐστε ἐν Κυρίῳ

3Ἡ ἐμὴ ἀπολογία τοῖς ἐμὲ ἀνακρίνουσίν ἐστιν αὕτη4μὴ οὐκ ἔχομεν ἐξουσίαν φαγεῖν καὶ πεῖν5μὴ οὐκ ἔχομεν ἐξουσίαν ἀδελφὴν γυναῖκα περιάγειν ὡς καὶ οἱ λοιποὶ ἀπόστολοι καὶ οἱ ἀδελφοὶ τοῦ Κυρίου καὶ Κηφᾶς6ἢ μόνος ἐγὼ καὶ Βαρνάβας οὐκ ἔχομεν ἐξουσίαν μὴ ἐργάζεσθαι

7Τίς στρατεύεται ἰδίοις ὀψωνίοις ποτέ τίς φυτεύει ἀμπελῶνα καὶ τὸν καρπὸν αὐτοῦ οὐκ ἐσθίει ἢ τίς ποιμαίνει ποίμνην καὶ ἐκ τοῦ γάλακτος τῆς ποίμνης οὐκ ἐσθίει

8Μὴ κατὰ ἄνθρωπον ταῦτα λαλῶ ἢ καὶ ὁ νόμος ταῦτα οὐ λέγει9ἐν γὰρ τῷ Μωϋσέως νόμῳ γέγραπται Οὐ κημώσεις βοῦν ἀλοῶντα μὴ τῶν βοῶν μέλει τῷ Θεῷ10ἢ δι’ ἡμᾶς πάντως λέγει δι’ ἡμᾶς γὰρ ἐγράφη ὅτι ὀφείλει ἐπ’ ἐλπίδι ὁ ἀροτριῶν ἀροτριᾶν καὶ ὁ ἀλοῶν ἐπ’ ἐλπίδι τοῦ μετέχειν

11Εἰ ἡμεῖς ὑμῖν τὰ πνευματικὰ ἐσπείραμεν μέγα εἰ ἡμεῖς ὑμῶν τὰ σαρκικὰ θερίσομεν12εἰ ἄλλοι τῆς ὑμῶν ἐξουσίας μετέχουσιν οὐ μᾶλλον ἡμεῖς ἀλλ’ οὐκ ἐχρησάμεθα τῇ ἐξουσίᾳ ταύτῃ ἀλλὰ πάντα στέγομεν ἵνα μή τινα ἐνκοπὴν δῶμεν τῷ εὐαγγελίῳ τοῦ Χριστοῦ

13Οὐκ οἴδατε ὅτι οἱ τὰ ἱερὰ ἐργαζόμενοι τὰ ἐκ τοῦ ἱεροῦ ἐσθίουσιν οἱ τῷ θυσιαστηρίῳ παρεδρεύοντες τῷ θυσιαστηρίῳ συμμερίζονται14οὕτως καὶ ὁ Κύριος διέταξεν τοῖς τὸ εὐαγγέλιον καταγγέλλουσιν ἐκ τοῦ εὐαγγελίου ζῆν15ἐγὼ δὲ οὐ κέχρημαι οὐδενὶ τούτων οὐκ ἔγραψα δὲ ταῦτα ἵνα οὕτως γένηται ἐν ἐμοί καλὸν γάρ μοι μᾶλλον ἀποθανεῖν ἢ τὸ καύχημά μου οὐδεὶς κενώσει

16Ἐὰν γὰρ εὐαγγελίζωμαι οὐκ ἔστιν μοι καύχημα ἀνάγκη γάρ μοι ἐπίκειται οὐαὶ γάρ μοί ἐστιν ἐὰν μὴ εὐαγγελίσωμαι17εἰ γὰρ ἑκὼν τοῦτο πράσσω μισθὸν ἔχω εἰ δὲ ἄκων οἰκονομίαν πεπίστευμαι18τίς οὖν μού ἐστιν ὁ μισθός ἵνα εὐαγγελιζόμενος ἀδάπανον θήσω τὸ εὐαγγέλιον εἰς τὸ μὴ καταχρήσασθαι τῇ ἐξουσίᾳ μου ἐν τῷ εὐαγγελίῳ

Paul the Servant to All

19Ἐλεύθερος γὰρ ὢν ἐκ πάντων πᾶσιν ἐμαυτὸν ἐδούλωσα ἵνα τοὺς πλείονας κερδήσω20καὶ ἐγενόμην τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος ἵνα Ἰουδαίους κερδήσω τοῖς ὑπὸ νόμον ὡς ὑπὸ νόμον μὴ ὢν αὐτὸς ὑπὸ νόμον ἵνα τοὺς ὑπὸ νόμον κερδήσω21τοῖς ἀνόμοις ὡς ἄνομος μὴ ὢν ἄνομος Θεοῦ ἀλλ’ ἔννομος Χριστοῦ ἵνα κερδάνω τοὺς ἀνόμους22ἐγενόμην τοῖς ἀσθενέσιν ἀσθενής ἵνα τοὺς ἀσθενεῖς κερδήσω τοῖς πᾶσιν γέγονα πάντα ἵνα πάντως τινὰς σώσω

23Πάντα δὲ ποιῶ διὰ τὸ εὐαγγέλιον ἵνα συνκοινωνὸς αὐτοῦ γένωμαι

Run Your Race to Win

24Οὐκ οἴδατε ὅτι οἱ ἐν σταδίῳ τρέχοντες πάντες μὲν τρέχουσιν εἷς δὲ λαμβάνει τὸ βραβεῖον οὕτως τρέχετε ἵνα καταλάβητε25πᾶς δὲ ὁ ἀγωνιζόμενος πάντα ἐγκρατεύεται ἐκεῖνοι μὲν οὖν ἵνα φθαρτὸν στέφανον λάβωσιν ἡμεῖς δὲ ἄφθαρτον26ἐγὼ τοίνυν οὕτως τρέχω ὡς οὐκ ἀδήλως οὕτως πυκτεύω ὡς οὐκ ἀέρα δέρων27ἀλλὰ ὑπωπιάζω μου τὸ σῶμα καὶ δουλαγωγῶ μή πως ἄλλοις κηρύξας αὐτὸς ἀδόκιμος γένωμαι