2 Corinthians 6

Learning to read Greek? Start with the alphabet.

Paul’s Hardships and God’s Grace

1Συνεργοῦντες δὲ καὶ παρακαλοῦμεν μὴ εἰς κενὸν τὴν χάριν τοῦ Θεοῦ δέξασθαι ὑμᾶς

1As God’s fellow workers, then, we urge you not to receive God’s grace in vain.

2λέγει γάρ Καιρῷ δεκτῷ ἐπήκουσά σου καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι Ἰδοὺ νῦν καιρὸς εὐπρόσδεκτος ἰδοὺ νῦν ἡμέρα σωτηρίας

2For He says:

“In the time of favor I heard you,

and in the day of salvation I helped you.”

Behold, now is the time of favor; now is the day of salvation!

3Μηδεμίαν ἐν μηδενὶ διδόντες προσκοπήν ἵνα μὴ μωμηθῇ ἡ διακονία

3We put no obstacle in anyone’s way, so that no one can discredit our ministry.

4ἀλλ’ ἐν παντὶ συνιστάνοντες ἑαυτοὺς ὡς Θεοῦ διάκονοι ἐν ὑπομονῇ πολλῇ ἐν θλίψεσιν ἐν ἀνάγκαις ἐν στενοχωρίαις

4Rather, as servants of God we commend ourselves in every way: in great endurance; in troubles, hardships, and calamities;

5ἐν πληγαῖς ἐν φυλακαῖς ἐν ἀκαταστασίαις ἐν κόποις ἐν ἀγρυπνίαις ἐν νηστείαις

5in beatings, imprisonments, and riots; in labor, sleepless nights, and hunger;

6ἐν ἁγνότητι ἐν γνώσει ἐν μακροθυμίᾳ ἐν χρηστότητι ἐν Πνεύματι Ἁγίῳ ἐν ἀγάπῃ ἀνυποκρίτῳ

6in purity, knowledge, patience, and kindness; in the Holy Spirit and in sincere love;

7ἐν λόγῳ ἀληθείας ἐν δυνάμει Θεοῦ διὰ τῶν ὅπλων τῆς δικαιοσύνης τῶν δεξιῶν καὶ ἀριστερῶν

7in truthful speech and in the power of God; with the weapons of righteousness in the right hand and in the left;

8διὰ δόξης καὶ ἀτιμίας διὰ δυσφημίας καὶ εὐφημίας ὡς πλάνοι καὶ ἀληθεῖς

8through glory and dishonor, slander and praise; viewed as imposters, yet genuine;

9ὡς ἀγνοούμενοι καὶ ἐπιγινωσκόμενοι ὡς ἀποθνήσκοντες καὶ ἰδοὺ ζῶμεν ὡς παιδευόμενοι καὶ μὴ θανατούμενοι

9unknown, yet well-known; dying, and yet we live on; punished, yet not killed;

10ὡς λυπούμενοι ἀεὶ δὲ χαίροντες ὡς πτωχοὶ πολλοὺς δὲ πλουτίζοντες ὡς μηδὲν ἔχοντες καὶ πάντα κατέχοντες

10sorrowful, yet always rejoicing; poor, yet making many rich; having nothing, and yet possessing everything.

11Τὸ στόμα ἡμῶν ἀνέῳγεν πρὸς ὑμᾶς Κορίνθιοι ἡ καρδία ἡμῶν πεπλάτυνται

11We have spoken freely to you, Corinthians. Our hearts are open wide.

12οὐ στενοχωρεῖσθε ἐν ἡμῖν στενοχωρεῖσθε δὲ ἐν τοῖς σπλάγχνοις ὑμῶν

12It is not our affection, but yours, that is restrained.

13τὴν δὲ αὐτὴν ἀντιμισθίαν ὡς τέκνοις λέγω πλατύνθητε καὶ ὑμεῖς

13As a fair exchange—I speak as to my children—open wide your hearts also.

Do Not Be Unequally Yoked

14Μὴ γίνεσθε ἑτεροζυγοῦντες ἀπίστοις τίς γὰρ μετοχὴ δικαιοσύνῃ καὶ ἀνομίᾳ ἢ τίς κοινωνία φωτὶ πρὸς σκότος

14Do not be unequally yoked with unbelievers. For what partnership can righteousness have with wickedness? Or what fellowship does light have with darkness?

15τίς δὲ συμφώνησις Χριστοῦ πρὸς Βελιάρ ἢ τίς μερὶς πιστῷ μετὰ ἀπίστου

15What harmony is there between Christ and Belial? Or what does a believer have in common with an unbeliever?

16τίς δὲ συνκατάθεσις ναῷ Θεοῦ μετὰ εἰδώλων ἡμεῖς γὰρ ναὸς Θεοῦ ἐσμεν ζῶντος καθὼς εἶπεν ὁ Θεὸς ὅτι Ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω καὶ ἔσομαι αὐτῶν Θεός καὶ αὐτοὶ ἔσονταί μου λαός

16What agreement can exist between the temple of God and idols? For we are the temple of the living God. As God has said:

“I will dwell with them

and walk among them,

and I will be their God,

and they will be My people.”

17Διὸ ἐξέλθατε ἐκ μέσου αὐτῶν καὶ ἀφορίσθητε λέγει Κύριος καὶ ἀκαθάρτου μὴ ἅπτεσθε κἀγὼ εἰσδέξομαι ὑμᾶς

17“Therefore come out from among them

and be separate, says the Lord.

Touch no unclean thing,

and I will receive you.”

18Καὶ Ἔσομαι ὑμῖν εἰς Πατέρα καὶ ὑμεῖς ἔσεσθέ μοι εἰς υἱοὺς καὶ θυγατέρας λέγει Κύριος Παντοκράτωρ

18And:

“I will be a Father to you,

and you will be My sons and daughters,

says the Lord Almighty.”