2 Corinthians 6

Learning to read Greek? Start with the alphabet.

Paul’s Hardships and God’s Grace

1Συνεργοῦντες δὲ καὶ παρακαλοῦμεν μὴ εἰς κενὸν τὴν χάριν τοῦ Θεοῦ δέξασθαι ὑμᾶς2λέγει γάρ Καιρῷ δεκτῷ ἐπήκουσά σου καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι Ἰδοὺ νῦν καιρὸς εὐπρόσδεκτος ἰδοὺ νῦν ἡμέρα σωτηρίας

3Μηδεμίαν ἐν μηδενὶ διδόντες προσκοπήν ἵνα μὴ μωμηθῇ ἡ διακονία

4ἀλλ’ ἐν παντὶ συνιστάνοντες ἑαυτοὺς ὡς Θεοῦ διάκονοι ἐν ὑπομονῇ πολλῇ ἐν θλίψεσιν ἐν ἀνάγκαις ἐν στενοχωρίαις5ἐν πληγαῖς ἐν φυλακαῖς ἐν ἀκαταστασίαις ἐν κόποις ἐν ἀγρυπνίαις ἐν νηστείαις6ἐν ἁγνότητι ἐν γνώσει ἐν μακροθυμίᾳ ἐν χρηστότητι ἐν Πνεύματι Ἁγίῳ ἐν ἀγάπῃ ἀνυποκρίτῳ7ἐν λόγῳ ἀληθείας ἐν δυνάμει Θεοῦ διὰ τῶν ὅπλων τῆς δικαιοσύνης τῶν δεξιῶν καὶ ἀριστερῶν8διὰ δόξης καὶ ἀτιμίας διὰ δυσφημίας καὶ εὐφημίας ὡς πλάνοι καὶ ἀληθεῖς9ὡς ἀγνοούμενοι καὶ ἐπιγινωσκόμενοι ὡς ἀποθνήσκοντες καὶ ἰδοὺ ζῶμεν ὡς παιδευόμενοι καὶ μὴ θανατούμενοι10ὡς λυπούμενοι ἀεὶ δὲ χαίροντες ὡς πτωχοὶ πολλοὺς δὲ πλουτίζοντες ὡς μηδὲν ἔχοντες καὶ πάντα κατέχοντες

11Τὸ στόμα ἡμῶν ἀνέῳγεν πρὸς ὑμᾶς Κορίνθιοι ἡ καρδία ἡμῶν πεπλάτυνται12οὐ στενοχωρεῖσθε ἐν ἡμῖν στενοχωρεῖσθε δὲ ἐν τοῖς σπλάγχνοις ὑμῶν13τὴν δὲ αὐτὴν ἀντιμισθίαν ὡς τέκνοις λέγω πλατύνθητε καὶ ὑμεῖς

Do Not Be Unequally Yoked

14Μὴ γίνεσθε ἑτεροζυγοῦντες ἀπίστοις τίς γὰρ μετοχὴ δικαιοσύνῃ καὶ ἀνομίᾳ ἢ τίς κοινωνία φωτὶ πρὸς σκότος15τίς δὲ συμφώνησις Χριστοῦ πρὸς Βελιάρ ἢ τίς μερὶς πιστῷ μετὰ ἀπίστου16τίς δὲ συνκατάθεσις ναῷ Θεοῦ μετὰ εἰδώλων ἡμεῖς γὰρ ναὸς Θεοῦ ἐσμεν ζῶντος καθὼς εἶπεν ὁ Θεὸς ὅτι Ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω καὶ ἔσομαι αὐτῶν Θεός καὶ αὐτοὶ ἔσονταί μου λαός

17Διὸ ἐξέλθατε ἐκ μέσου αὐτῶν καὶ ἀφορίσθητε λέγει Κύριος καὶ ἀκαθάρτου μὴ ἅπτεσθε κἀγὼ εἰσδέξομαι ὑμᾶς

18Καὶ Ἔσομαι ὑμῖν εἰς Πατέρα καὶ ὑμεῖς ἔσεσθέ μοι εἰς υἱοὺς καὶ θυγατέρας λέγει Κύριος Παντοκράτωρ