Luke 15

Learning to read Greek? Start with the alphabet.

The Parable of the Lost Sheep

1Ἦσαν δὲ αὐτῷ ἐγγίζοντες πάντες οἱ τελῶναι καὶ οἱ ἁμαρτωλοὶ ἀκούειν αὐτοῦ

1Now all the tax collectors and sinners were gathering around to listen to Jesus.

2καὶ διεγόγγυζον οἵ τε Φαρισαῖοι καὶ οἱ γραμματεῖς λέγοντες ὅτι Οὗτος ἁμαρτωλοὺς προσδέχεται καὶ συνεσθίει αὐτοῖς

2So the Pharisees and scribes began to grumble: “This man welcomes sinners and eats with them.”

3Εἶπεν δὲ πρὸς αὐτοὺς τὴν παραβολὴν ταύτην λέγων

3Then Jesus told them this parable:

4Τίς ἄνθρωπος ἐξ ὑμῶν ἔχων ἑκατὸν πρόβατα καὶ ἀπολέσας ἐξ αὐτῶν ἓν οὐ καταλείπει τὰ ἐνενήκοντα ἐννέα ἐν τῇ ἐρήμῳ καὶ πορεύεται ἐπὶ τὸ ἀπολωλὸς ἕως εὕρῃ αὐτό

4“What man among you, if he has a hundred sheep and loses one of them, does not leave the ninety-nine in the pasture and go after the one that is lost, until he finds it?

5καὶ εὑρὼν ἐπιτίθησιν ἐπὶ τοὺς ὤμους αὐτοῦ χαίρων

5And when he finds it, he joyfully puts it on his shoulders,

6καὶ ἐλθὼν εἰς τὸν οἶκον συνκαλεῖ τοὺς φίλους καὶ τοὺς γείτονας λέγων αὐτοῖς Συνχάρητέ μοι ὅτι εὗρον τὸ πρόβατόν μου τὸ ἀπολωλός

6comes home, and calls together his friends and neighbors to tell them, ‘Rejoice with me, for I have found my lost sheep!’

7λέγω ὑμῖν ὅτι οὕτως χαρὰ ἐν τῷ οὐρανῷ ἔσται ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι ἢ ἐπὶ ἐνενήκοντα ἐννέα δικαίοις οἵτινες οὐ χρείαν ἔχουσιν μετανοίας

7I tell you that in the same way there will be more joy in heaven over one sinner who repents than over ninety-nine righteous ones who do not need to repent.

The Parable of the Lost Coin

8Ἢ τίς γυνὴ δραχμὰς ἔχουσα δέκα ἐὰν ἀπολέσῃ δραχμὴν μίαν οὐχὶ ἅπτει λύχνον καὶ σαροῖ τὴν οἰκίαν καὶ ζητεῖ ἐπιμελῶς ἕως οὗ εὕρῃ

8Or what woman who has ten silver coins and loses one of them does not light a lamp, sweep her house, and search carefully until she finds it?

9καὶ εὑροῦσα συνκαλεῖ τὰς φίλας καὶ γείτονας λέγουσα Συνχάρητέ μοι ὅτι εὗρον τὴν δραχμὴν ἣν ἀπώλεσα

9And when she finds it, she calls together her friends and neighbors to say, ‘Rejoice with me, for I have found my lost coin.’

10οὕτως λέγω ὑμῖν γίνεται χαρὰ ἐνώπιον τῶν ἀγγέλων τοῦ Θεοῦ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι

10In the same way, I tell you, there is joy in the presence of God’s angels over one sinner who repents.”

The Parable of the Prodigal Son

11Εἶπεν δέ Ἄνθρωπός τις εἶχεν δύο υἱούς

11Then Jesus said, “There was a man who had two sons.

12καὶ εἶπεν ὁ νεώτερος αὐτῶν τῷ πατρί Πάτερ δός μοι τὸ ἐπιβάλλον μέρος τῆς οὐσίας ὁ δὲ διεῖλεν αὐτοῖς τὸν βίον

12The younger son said to him, ‘Father, give me my share of the estate.’ So he divided his property between them.

13Καὶ μετ’ οὐ πολλὰς ἡμέρας συναγαγὼν πάντα ὁ νεώτερος υἱὸς ἀπεδήμησεν εἰς χώραν μακράν καὶ ἐκεῖ διεσκόρπισεν τὴν οὐσίαν αὐτοῦ ζῶν ἀσώτως

13After a few days, the younger son got everything together and journeyed to a distant country, where he squandered his wealth in wild living.

14Δαπανήσαντος δὲ αὐτοῦ πάντα ἐγένετο λιμὸς ἰσχυρὰ κατὰ τὴν χώραν ἐκείνην καὶ αὐτὸς ἤρξατο ὑστερεῖσθαι

14After he had spent all he had, a severe famine swept through that country, and he began to be in need.

15καὶ πορευθεὶς ἐκολλήθη ἑνὶ τῶν πολιτῶν τῆς χώρας ἐκείνης καὶ ἔπεμψεν αὐτὸν εἰς τοὺς ἀγροὺς αὐτοῦ βόσκειν χοίρους

15So he went and hired himself out to a citizen of that country, who sent him into his fields to feed the pigs.

16καὶ ἐπεθύμει γεμίσαι τὴν κοιλίαν αὐτοῦ ἐκ τῶν κερατίων ὧν ἤσθιον οἱ χοῖροι καὶ οὐδεὶς ἐδίδου αὐτῷ

16He longed to fill his belly with the pods the pigs were eating, but no one would give him a thing.

17Εἰς ἑαυτὸν δὲ ἐλθὼν ἔφη Πόσοι μίσθιοι τοῦ πατρός μου περισσεύονται ἄρτων ἐγὼ δὲ λιμῷ ὧδε ἀπόλλυμαι

17Finally he came to his senses and said, ‘How many of my father’s hired servants have plenty of food, but here I am, starving to death!

18ἀναστὰς πορεύσομαι πρὸς τὸν πατέρα μου καὶ ἐρῶ αὐτῷ Πάτερ ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου

18I will get up and go back to my father and say to him, “Father, I have sinned against heaven and against you.

19οὐκέτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου ποίησόν με ὡς ἕνα τῶν μισθίων σου

19I am no longer worthy to be called your son. Make me like one of your hired servants.”’

20Καὶ ἀναστὰς ἦλθεν πρὸς τὸν πατέρα ἑαυτοῦ ἔτι δὲ αὐτοῦ μακρὰν ἀπέχοντος εἶδεν αὐτὸν ὁ πατὴρ αὐτοῦ καὶ ἐσπλαγχνίσθη καὶ δραμὼν ἐπέπεσεν ἐπὶ τὸν τράχηλον αὐτοῦ καὶ κατεφίλησεν αὐτόν

20So he got up and went to his father. But while he was still in the distance, his father saw him and was filled with compassion. He ran to his son, embraced him, and kissed him.

21Εἶπεν δὲ ὁ υἱὸς αὐτῷ Πάτερ ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου οὐκέτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου

21The son declared, ‘Father, I have sinned against heaven and against you. I am no longer worthy to be called your son.’

22Εἶπεν δὲ ὁ πατὴρ πρὸς τοὺς δούλους αὐτοῦ Ταχὺ ἐξενέγκατε στολὴν τὴν πρώτην καὶ ἐνδύσατε αὐτόν καὶ δότε δακτύλιον εἰς τὴν χεῖρα αὐτοῦ καὶ ὑποδήματα εἰς τοὺς πόδας

22But the father said to his servants, ‘Quick! Bring the best robe and put it on him. Put a ring on his finger and sandals on his feet.

23καὶ φέρετε τὸν μόσχον τὸν σιτευτόν θύσατε καὶ φαγόντες εὐφρανθῶμεν

23Bring the fattened calf and kill it. Let us feast and celebrate.

24ὅτι οὗτος ὁ υἱός μου νεκρὸς ἦν καὶ ἀνέζησεν ἦν ἀπολωλὼς καὶ εὑρέθη καὶ ἤρξαντο εὐφραίνεσθαι

24For this son of mine was dead and is alive again! He was lost and is found!’ So they began to celebrate.

25Ἦν δὲ ὁ υἱὸς αὐτοῦ ὁ πρεσβύτερος ἐν ἀγρῷ καὶ ὡς ἐρχόμενος ἤγγισεν τῇ οἰκίᾳ ἤκουσεν συμφωνίας καὶ χορῶν

25Meanwhile the older son was in the field, and as he approached the house, he heard music and dancing.

26καὶ προσκαλεσάμενος ἕνα τῶν παίδων ἐπυνθάνετο τί ἂν εἴη ταῦτα

26So he called one of the servants and asked what was going on.

27Ὁ δὲ εἶπεν αὐτῷ ὅτι Ὁ ἀδελφός σου ἥκει καὶ ἔθυσεν ὁ πατήρ σου τὸν μόσχον τὸν σιτευτόν ὅτι ὑγιαίνοντα αὐτὸν ἀπέλαβεν

27‘Your brother has returned,’ he said, ‘and your father has killed the fattened calf, because he has him back safe and sound.’

28Ὠργίσθη δὲ καὶ οὐκ ἤθελεν εἰσελθεῖν ὁ δὲ πατὴρ αὐτοῦ ἐξελθὼν παρεκάλει αὐτόν

28The older son became angry and refused to go in. So his father came out and pleaded with him.

29Ὁ δὲ ἀποκριθεὶς εἶπεν τῷ πατρὶ αὐτοῦ Ἰδοὺ τοσαῦτα ἔτη δουλεύω σοι καὶ οὐδέποτε ἐντολήν σου παρῆλθον καὶ ἐμοὶ οὐδέποτε ἔδωκας ἔριφον ἵνα μετὰ τῶν φίλων μου εὐφρανθῶ

29But he answered his father, ‘Look, all these years I have served you and never disobeyed a commandment of yours. Yet you never gave me even a young goat so I could celebrate with my friends.

30ὅτε δὲ ὁ υἱός σου οὗτος ὁ καταφαγών σου τὸν βίον μετὰ πορνῶν ἦλθεν ἔθυσας αὐτῷ τὸν σιτευτὸν μόσχον

30But when this son of yours returns from squandering your wealth with prostitutes, you kill the fattened calf for him!’

31Ὁ δὲ εἶπεν αὐτῷ Τέκνον σὺ πάντοτε μετ’ ἐμοῦ εἶ καὶ πάντα τὰ ἐμὰ σά ἐστιν

31‘Son, you are always with me,’ the father said, ‘and all that is mine is yours.

32εὐφρανθῆναι δὲ καὶ χαρῆναι ἔδει ὅτι ὁ ἀδελφός σου οὗτος νεκρὸς ἦν καὶ ἔζησεν καὶ ἀπολωλὼς καὶ εὑρέθη

32But it was fitting to celebrate and be glad, because this brother of yours was dead and is alive again; he was lost and is found.’”