Matthew 21
Learning to read Greek? Start with the alphabet.
The Triumphal Entry
9Οἱ δὲ ὄχλοι οἱ προάγοντες αὐτὸν καὶ οἱ ἀκολουθοῦντες ἔκραζον λέγοντες Ὡσαννὰ τῷ υἱῷ Δαυίδ Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου Ὡσαννὰ ἐν τοῖς ὑψίστοις
9The crowds that went ahead of Him and those that followed were shouting:
“Hosanna to the Son of David!”a
“Blessed is He who comes in the name of the Lord!”b
“Hosanna in the highest!”c
Jesus Cleanses the Temple
12Καὶ εἰσῆλθεν Ἰησοῦς εἰς τὸ ἱερόν καὶ ἐξέβαλεν πάντας τοὺς πωλοῦντας καὶ ἀγοράζοντας ἐν τῷ ἱερῷ καὶ τὰς τραπέζας τῶν κολλυβιστῶν κατέστρεψεν καὶ τὰς καθέδρας τῶν πωλούντων τὰς περιστεράς
12Then Jesus entered the temple courtsa and drove out all who were buying and selling there. He overturned the tables of the money changers and the seats of those selling doves.
15ἰδόντες δὲ οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς τὰ θαυμάσια ἃ ἐποίησεν καὶ τοὺς παῖδας τοὺς κράζοντας ἐν τῷ ἱερῷ καὶ λέγοντας Ὡσαννὰ τῷ υἱῷ Δαυίδ ἠγανάκτησαν
15But the chief priests and scribes were indignant when they saw the wonders He performed and the children shouting in the temple courts, “Hosanna to the Son of David!”
16καὶ εἶπαν αὐτῷ Ἀκούεις τί οὗτοι λέγουσιν Ὁ δὲ Ἰησοῦς λέγει αὐτοῖς Ναί οὐδέποτε ἀνέγνωτε ὅτι Ἐκ στόματος νηπίων καὶ θηλαζόντων Κατηρτίσω αἶνον
16“Do You hear what these children are saying?” they asked.
“Yes,” Jesus answered. “Have you never read:
‘From the mouths of children and infants
You have ordained praise’?”a
The Barren Fig Tree
19καὶ ἰδὼν συκῆν μίαν ἐπὶ τῆς ὁδοῦ ἦλθεν ἐπ’ αὐτήν καὶ οὐδὲν εὗρεν ἐν αὐτῇ εἰ μὴ φύλλα μόνον καὶ λέγει αὐτῇ Οὐ μηκέτι ἐκ σοῦ καρπὸς γένηται εἰς τὸν αἰῶνα καὶ ἐξηράνθη παραχρῆμα ἡ συκῆ
19Seeing a fig tree by the road, He went up to it but found nothing on it except leaves. “May you never bear fruit again!” He said. And immediately the tree withered.
21Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς Ἀμὴν λέγω ὑμῖν ἐὰν ἔχητε πίστιν καὶ μὴ διακριθῆτε οὐ μόνον τὸ τῆς συκῆς ποιήσετε ἀλλὰ κἂν τῷ ὄρει τούτῳ εἴπητε Ἄρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν γενήσεται
21“Truly I tell you,” Jesus replied, “if you have faith and do not doubt, not only will you do what was done to the fig tree, but even if you say to this mountain, ‘Be lifted up and thrown into the sea,’ it will happen.
Jesus’ Authority Challenged
23Καὶ ἐλθόντος αὐτοῦ εἰς τὸ ἱερὸν προσῆλθον αὐτῷ διδάσκοντι οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ λέγοντες Ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς καὶ τίς σοι ἔδωκεν τὴν ἐξουσίαν ταύτην
23When Jesus returned to the temple courts and began to teach, the chief priests and elders of the people came up to Him. “By what authority are You doing these things?” they asked. “And who gave You this authority?”
25τὸ βάπτισμα τὸ Ἰωάννου πόθεν ἦν ἐξ οὐρανοῦ ἢ ἐξ ἀνθρώπων Οἱ δὲ διελογίζοντο ἐν ἑαυτοῖς λέγοντες Ἐὰν εἴπωμεν Ἐξ οὐρανοῦ ἐρεῖ ἡμῖν Διὰ τί οὖν οὐκ ἐπιστεύσατε αὐτῷ
25What was the source of John’s baptism? Was it from heaven or from men?”
They deliberated among themselves and said, “If we say, ‘From heaven,’ He will ask, ‘Why then did you not believe him?’
The Parable of the Two Sons
31Τίς ἐκ τῶν δύο ἐποίησεν τὸ θέλημα τοῦ πατρός Λέγουσιν Ὁ πρῶτος Λέγει αὐτοῖς ὁ Ἰησοῦς Ἀμὴν λέγω ὑμῖν ὅτι οἱ τελῶναι καὶ αἱ πόρναι προάγουσιν ὑμᾶς εἰς τὴν βασιλείαν τοῦ Θεοῦ
31Which of the two did the will of his father?”
“The first,”a they answered.
Jesus said to them, “Truly I tell you, the tax collectors and prostitutes are entering the kingdom of God before you.
32ἦλθεν γὰρ Ἰωάννης πρὸς ὑμᾶς ἐν ὁδῷ δικαιοσύνης καὶ οὐκ ἐπιστεύσατε αὐτῷ οἱ δὲ τελῶναι καὶ αἱ πόρναι ἐπίστευσαν αὐτῷ ὑμεῖς δὲ ἰδόντες οὐδὲ μετεμελήθητε ὕστερον τοῦ πιστεῦσαι αὐτῷ
32For John came to you in the way of righteousness, and you did not believe him, but the tax collectors and prostitutes did. And even after you saw this, you did not repent and believe him.
The Parable of the Wicked Tenants
33Ἄλλην παραβολὴν ἀκούσατε Ἄνθρωπος ἦν οἰκοδεσπότης ὅστις ἐφύτευσεν ἀμπελῶνα καὶ φραγμὸν αὐτῷ περιέθηκεν καὶ ὤρυξεν ἐν αὐτῷ ληνὸν καὶ ᾠκοδόμησεν πύργον καὶ ἐξέδετο αὐτὸν γεωργοῖς καὶ ἀπεδήμησεν
33Listen to another parable: There was a landowner who planted a vineyard. He put a wall around it, dug a winepress in it, and built a tower. Then he rented it out to some tenants and went away on a journey.
41Λέγουσιν αὐτῷ Κακοὺς κακῶς ἀπολέσει αὐτούς καὶ τὸν ἀμπελῶνα ἐκδώσεται ἄλλοις γεωργοῖς οἵτινες ἀποδώσουσιν αὐτῷ τοὺς καρποὺς ἐν τοῖς καιροῖς αὐτῶν
41“He will bring those wretches to a wretched end,” they replied, “and will rent out the vineyard to other tenants who will give him his share of the fruit at harvest time.”
42Λέγει αὐτοῖς ὁ Ἰησοῦς Οὐδέποτε ἀνέγνωτε ἐν ταῖς γραφαῖς Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες Οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας Παρὰ Κυρίου ἐγένετο αὕτη Καὶ ἔστιν θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν
42Jesus said to them, “Have you never read in the Scriptures:
‘The stone the builders rejected
has become the cornerstone.
This is from the Lord,
and it is marvelous in our eyes’?a