Matthew 6
Learning to read Greek? Start with the alphabet.
Giving to the Needy
1Προσέχετε δὲ τὴν δικαιοσύνην ὑμῶν μὴ ποιεῖν ἔμπροσθεν τῶν ἀνθρώπων πρὸς τὸ θεαθῆναι αὐτοῖς εἰ δὲ μή¦γε μισθὸν οὐκ ἔχετε παρὰ τῷ Πατρὶ ὑμῶν τῷ ἐν τοῖς οὐρανοῖς
2Ὅταν οὖν ποιῇς ἐλεημοσύνην μὴ σαλπίσῃς ἔμπροσθέν σου ὥσπερ οἱ ὑποκριταὶ ποιοῦσιν ἐν ταῖς συναγωγαῖς καὶ ἐν ταῖς ῥύμαις ὅπως δοξασθῶσιν ὑπὸ τῶν ἀνθρώπων ἀμὴν λέγω ὑμῖν ἀπέχουσιν τὸν μισθὸν αὐτῶν3σοῦ δὲ ποιοῦντος ἐλεημοσύνην μὴ γνώτω ἡ ἀριστερά σου τί ποιεῖ ἡ δεξιά σου4ὅπως ᾖ σου ἡ ἐλεημοσύνη ἐν τῷ κρυπτῷ καὶ ὁ Πατήρ σου ὁ βλέπων ἐν τῷ κρυπτῷ ἀποδώσει σοι
The Lord’s Prayer
5Καὶ ὅταν προσεύχησθε οὐκ ἔσεσθε ὡς οἱ ὑποκριταί ὅτι φιλοῦσιν ἐν ταῖς συναγωγαῖς καὶ ἐν ταῖς γωνίαις τῶν πλατειῶν ἑστῶτες προσεύχεσθαι ὅπως φανῶσιν τοῖς ἀνθρώποις ἀμὴν λέγω ὑμῖν ἀπέχουσιν τὸν μισθὸν αὐτῶν6σὺ δὲ ὅταν προσεύχῃ εἴσελθε εἰς τὸ ταμεῖόν σου καὶ κλείσας τὴν θύραν σου πρόσευξαι τῷ Πατρί σου τῷ ἐν τῷ κρυπτῷ καὶ ὁ Πατήρ σου ὁ βλέπων ἐν τῷ κρυπτῷ ἀποδώσει σοι
7Προσευχόμενοι δὲ μὴ βατταλογήσητε ὥσπερ οἱ ἐθνικοί δοκοῦσιν γὰρ ὅτι ἐν τῇ πολυλογίᾳ αὐτῶν εἰσακουσθήσονται8μὴ οὖν ὁμοιωθῆτε αὐτοῖς οἶδεν γὰρ ὁ Πατὴρ ὑμῶν ὧν χρείαν ἔχετε πρὸ τοῦ ὑμᾶς αἰτῆσαι αὐτόν
9Οὕτως οὖν προσεύχεσθε ὑμεῖς Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς Ἁγιασθήτω τὸ ὄνομά σου
10Ἐλθέτω ἡ βασιλεία σου Γενηθήτω τὸ θέλημά σου Ὡς ἐν οὐρανῷ καὶ ἐπὶ γῆς
11Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον
12Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν Ὡς καὶ ἡμεῖς ἀφήκαμεν τοῖς ὀφειλέταις ἡμῶν
13Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν Ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ
14Ἐὰν γὰρ ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν ἀφήσει καὶ ὑμῖν ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος15ἐὰν δὲ μὴ ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν οὐδὲ ὁ Πατὴρ ὑμῶν ἀφήσει τὰ παραπτώματα ὑμῶν
Proper Fasting
16Ὅταν δὲ νηστεύητε μὴ γίνεσθε ὡς οἱ ὑποκριταὶ σκυθρωποί ἀφανίζουσιν γὰρ τὰ πρόσωπα αὐτῶν ὅπως φανῶσιν τοῖς ἀνθρώποις νηστεύοντες ἀμὴν λέγω ὑμῖν ἀπέχουσιν τὸν μισθὸν αὐτῶν17σὺ δὲ νηστεύων ἄλειψαί σου τὴν κεφαλὴν καὶ τὸ πρόσωπόν σου νίψαι18ὅπως μὴ φανῇς τοῖς ἀνθρώποις νηστεύων ἀλλὰ τῷ Πατρί σου τῷ ἐν τῷ κρυφαίῳ καὶ ὁ Πατήρ σου ὁ βλέπων ἐν τῷ κρυφαίῳ ἀποδώσει σοι
Treasures in Heaven
19Μὴ θησαυρίζετε ὑμῖν θησαυροὺς ἐπὶ τῆς γῆς ὅπου σὴς καὶ βρῶσις ἀφανίζει καὶ ὅπου κλέπται διορύσσουσιν καὶ κλέπτουσιν20θησαυρίζετε δὲ ὑμῖν θησαυροὺς ἐν οὐρανῷ ὅπου οὔτε σὴς οὔτε βρῶσις ἀφανίζει καὶ ὅπου κλέπται οὐ διορύσσουσιν οὐδὲ κλέπτουσιν21ὅπου γάρ ἐστιν ὁ θησαυρός σου ἐκεῖ ἔσται καὶ ἡ καρδία σου
The Lamp of the Body
22Ὁ λύχνος τοῦ σώματός ἐστιν ὁ ὀφθαλμός ἐὰν οὖν ᾖ ὁ ὀφθαλμός σου ἁπλοῦς ὅλον τὸ σῶμά σου φωτεινὸν ἔσται23ἐὰν δὲ ὁ ὀφθαλμός σου πονηρὸς ᾖ ὅλον τὸ σῶμά σου σκοτεινὸν ἔσται εἰ οὖν τὸ φῶς τὸ ἐν σοὶ σκότος ἐστίν τὸ σκότος πόσον
24Οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν ἢ γὰρ τὸν ἕνα μισήσει καὶ τὸν ἕτερον ἀγαπήσει ἢ ἑνὸς ἀνθέξεται καὶ τοῦ ἑτέρου καταφρονήσει οὐ δύνασθε Θεῷ δουλεύειν καὶ μαμωνᾷ
Do Not Worry
25Διὰ τοῦτο λέγω ὑμῖν μὴ μεριμνᾶτε τῇ ψυχῇ ὑμῶν τί φάγητε ἢ τί πίητε μηδὲ τῷ σώματι ὑμῶν τί ἐνδύσησθε οὐχὶ ἡ ψυχὴ πλεῖόν ἐστιν τῆς τροφῆς καὶ τὸ σῶμα τοῦ ἐνδύματος26ἐμβλέψατε εἰς τὰ πετεινὰ τοῦ οὐρανοῦ ὅτι οὐ σπείρουσιν οὐδὲ θερίζουσιν οὐδὲ συνάγουσιν εἰς ἀποθήκας καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος τρέφει αὐτά οὐχ ὑμεῖς μᾶλλον διαφέρετε αὐτῶν27τίς δὲ ἐξ ὑμῶν μεριμνῶν δύναται προσθεῖναι ἐπὶ τὴν ἡλικίαν αὐτοῦ πῆχυν ἕνα
28Καὶ περὶ ἐνδύματος τί μεριμνᾶτε καταμάθετε τὰ κρίνα τοῦ ἀγροῦ πῶς αὐξάνουσιν οὐ κοπιῶσιν οὐδὲ νήθουσιν29λέγω δὲ ὑμῖν ὅτι οὐδὲ Σολομὼν ἐν πάσῃ τῇ δόξῃ αὐτοῦ περιεβάλετο ὡς ἓν τούτων30εἰ δὲ τὸν χόρτον τοῦ ἀγροῦ σήμερον ὄντα καὶ αὔριον εἰς κλίβανον βαλλόμενον ὁ Θεὸς οὕτως ἀμφιέννυσιν οὐ πολλῷ μᾶλλον ὑμᾶς ὀλιγόπιστοι
31Μὴ οὖν μεριμνήσητε λέγοντες Τί φάγωμεν ἤ Τί πίωμεν ἤ Τί περιβαλώμεθα32πάντα γὰρ ταῦτα τὰ ἔθνη ἐπιζητοῦσιν οἶδεν γὰρ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος ὅτι χρῄζετε τούτων ἁπάντων33ζητεῖτε δὲ πρῶτον τὴν βασιλείαν τοῦ θεοῦ καὶ τὴν δικαιοσύνην αὐτοῦ καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν
34Μὴ οὖν μεριμνήσητε εἰς τὴν αὔριον ἡ γὰρ αὔριον μεριμνήσει ἑαυτῆς ἀρκετὸν τῇ ἡμέρᾳ ἡ κακία αὐτῆς