Philippians 3
Learning to read Greek? Start with the alphabet.
Righteousness through Faith in Christ
1Τὸ λοιπόν ἀδελφοί μου χαίρετε ἐν Κυρίῳ τὰ αὐτὰ γράφειν ὑμῖν ἐμοὶ μὲν οὐκ ὀκνηρόν ὑμῖν δὲ ἀσφαλές
2Βλέπετε τοὺς κύνας βλέπετε τοὺς κακοὺς ἐργάτας βλέπετε τὴν κατατομήν3ἡμεῖς γάρ ἐσμεν ἡ περιτομή οἱ Πνεύματι Θεοῦ λατρεύοντες καὶ καυχώμενοι ἐν Χριστῷ Ἰησοῦ καὶ οὐκ ἐν σαρκὶ πεποιθότες4καίπερ ἐγὼ ἔχων πεποίθησιν καὶ ἐν σαρκί Εἴ τις δοκεῖ ἄλλος πεποιθέναι ἐν σαρκί ἐγὼ μᾶλλον5περιτομῇ ὀκταήμερος ἐκ γένους Ἰσραήλ φυλῆς Βενιαμίν Ἑβραῖος ἐξ Ἑβραίων κατὰ νόμον Φαρισαῖος6κατὰ ζῆλος διώκων τὴν ἐκκλησίαν κατὰ δικαιοσύνην τὴν ἐν νόμῳ γενόμενος ἄμεμπτος
7Ἀλλὰ ἅτινα ἦν μοι κέρδη ταῦτα ἥγημαι διὰ τὸν Χριστὸν ζημίαν8ἀλλὰ μὲν‿ οὖν‿ γε καὶ ἡγοῦμαι πάντα ζημίαν εἶναι διὰ τὸ ὑπερέχον τῆς γνώσεως Χριστοῦ Ἰησοῦ τοῦ Κυρίου μου δι’ ὃν τὰ πάντα ἐζημιώθην καὶ ἡγοῦμαι σκύβαλα ἵνα Χριστὸν κερδήσω9καὶ εὑρεθῶ ἐν αὐτῷ μὴ ἔχων ἐμὴν δικαιοσύνην τὴν ἐκ νόμου ἀλλὰ τὴν διὰ πίστεως Χριστοῦ τὴν ἐκ Θεοῦ δικαιοσύνην ἐπὶ τῇ πίστει
10τοῦ γνῶναι αὐτὸν καὶ τὴν δύναμιν τῆς ἀναστάσεως αὐτοῦ καὶ τὴν κοινωνίαν τῶν παθημάτων αὐτοῦ συμμορφιζόμενος τῷ θανάτῳ αὐτοῦ11εἴ πως καταντήσω εἰς τὴν ἐξανάστασιν τὴν ἐκ νεκρῶν
Pressing on toward the Goal
12Οὐχ ὅτι ἤδη ἔλαβον ἢ ἤδη τετελείωμαι διώκω δὲ εἰ καὶ καταλάβω ἐφ’ ᾧ καὶ κατελήμφθην ὑπὸ Χριστοῦ Ἰησοῦ13ἀδελφοί ἐγὼ ἐμαυτὸν οὐ λογίζομαι κατειληφέναι ἓν δέ τὰ μὲν ὀπίσω ἐπιλανθανόμενος τοῖς δὲ ἔμπροσθεν ἐπεκτεινόμενος14κατὰ σκοπὸν διώκω εἰς τὸ βραβεῖον τῆς ἄνω κλήσεως τοῦ Θεοῦ ἐν Χριστῷ Ἰησοῦ
15Ὅσοι οὖν τέλειοι τοῦτο φρονῶμεν καὶ εἴ τι ἑτέρως φρονεῖτε καὶ τοῦτο ὁ Θεὸς ὑμῖν ἀποκαλύψει16πλὴν εἰς ὃ ἐφθάσαμεν τῷ αὐτῷ στοιχεῖν
Citizenship in Heaven
17Συμμιμηταί μου γίνεσθε ἀδελφοί καὶ σκοπεῖτε τοὺς οὕτω περιπατοῦντας καθὼς ἔχετε τύπον ἡμᾶς18πολλοὶ γὰρ περιπατοῦσιν οὓς πολλάκις ἔλεγον ὑμῖν νῦν δὲ καὶ κλαίων λέγω τοὺς ἐχθροὺς τοῦ σταυροῦ τοῦ Χριστοῦ19ὧν τὸ τέλος ἀπώλεια ὧν ὁ θεὸς ἡ κοιλία καὶ ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν οἱ τὰ ἐπίγεια φρονοῦντες
20Ἡμῶν γὰρ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει ἐξ οὗ καὶ Σωτῆρα ἀπεκδεχόμεθα Κύριον Ἰησοῦν Χριστόν21ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ κατὰ τὴν ἐνέργειαν τοῦ δύνασθαι αὐτὸν καὶ ὑποτάξαι αὑτῷ τὰ πάντα